Honorary inscription [by demos and boulai (of
Stratonikeia)] for hiereus (no name) and wife Demostrate Apphion;
22/3; found at Panamara: Cousin, BCH 28, 1904, 261-262, no. 87;
BE 1906:48; Laumonier, BCH 61, 1937, 286, no. 127; *IStratonikeia
17.
[ ]
IStr 17
| 1 | [ὁ δῆμος καὶ αἱ βουλαὶ ἐτίμησαν —] |
| [—] | |
| [παρακαλέσαντα καὶ τοὺς κατοικοῦντας] | |
| [τὴν χώραν καὶ πάντας τοὺς ἀπὸ τῆς] | |
| 5 | [οἰκουμένης ἀνθρώπους ἐπὶ τὴν τοῦ θεοῦ] |
| [τ]ράπεσζαν καὶ φιλανθρωπίαν αὐξήσαντα | |
| ἐπὶ τὸ πολυτελέστερον καὶ μεῖζον πᾶσιν | |
| ἀνθρώποις πάσης πόλεως καὶ τύχης, δι- | |
| πνίσαντα δὲ καὶ τὸν δῆμον δὶς ἐν τῇ πό- | |
| 10 | λει καὶ σὺν τῇ λοιπῇ πολυτελείᾳ τῶν δεί- |
| πνων δόντα καὶ ἀποφόρητον ἑκάστῳ τῶν | |
| πολειτῶν ἐνν ἑκάστωι δίπνῳ κρέως μὲν | |
| χοιρείου καὶ βοείου καὶ βοτείου λίτρας δέ- | |
| [κ]α καὶ δύο, ἄρτων δὲ λίτρας ὀκτώ, διπνίσαν- | |
| 15 | τα δὲ ὁμοίως καὶ τὰς βουλὰς τετράκις· οἷς καὶ |
| πᾶσιν τὰ ἴσα παρεσχημένων καθ’ ἕκαστον | |
| δῖπνον, ἐπιμελῶς δὲ ἐπανορθωσάμενον | |
| τὴν τοῦ ἀριστητηρίου στενοχωρίαν καὶ κατα- | |
| σκευάσαντα τήν τε ἐνν αὐτῷ ψαλίδα καὶ τὸν | |
| 20 | κοιτῶνα· ἐφ’ οἷς πᾶσιν στεφανωθέντα καὶ τειμη- |
| θέντα πολλάκις ταῖς μεγίσταις τιμαῖς πανοίκιον | |
| σύν τε τῇ σεμνοτάτῃ γυναικὶ καὶ ἱερείᾳ καὶ κλιδο- | |
| φόρῳ τῆς Ἑκάτης Δημοστράτῃ Μελάντου | |
| Ἀπφίῳ καὶ τῇ θυγατρί, κλειδοφόρῳ τῆς Ἑκάτης, | |
| 25 | [—]λ․θ̣υγ̣[—]ίαι Τατίᾳ, καὶ τῆς ἐν τῷ ἱερῷ διὰ τὸ |
| [—] |