Honorary inscription by demos, boulai, and ge[rou]sia for
Marcus Sempronius Clemens, hiereus, commemorating building; 22;
found at Panamara: Cousin & Deschamps, BCH 12, 1888, 85-87, no.
10; Laumonier, BCH 61, 1937, 287, no. 131; Oliver, Sacred
Gerousia no. 40; *IStratonikeia 293.
[ ]
IStr 293
1 | [ὁ] δῆμος καὶ αἱ βουλαὶ καὶ ἡ γε[ρου]- |
σία ἐτίμησαν ταῖς μεγίσταις καὶ | |
ἐξαιρέτοις τειμαῖς Μᾶρκον Σενπρ- | |
ώνιον, Μάρκου υἱόν, Κλήμεντα, ἄνδρα ἀξι- | |
5 | όλογον καὶ ἀσύγκριτον, ἀτελείᾳ καὶ ἀλει- |
τουργησίᾳ ἐκ γένους τετειμημέ- | |
νον, ἐπαγγελλόμενον δὲ ἠρχι- | |
ερατευκότα τῶν Σεβαστῶν πλου- | |
σίως, ἱερατευκότα τοῦ Παναμά- | |
10 | ρου τετράκις, τὸ δὶς ἐν Ἡραίοις |
κατὰ πενταετηρίδα, ὅτε δὲ τὸ δεύ- | |
τερον ἱεράτευεν, ἱερατευκότα καὶ | |
τῆς Ἑκάτης ἐν στενοχώροις και- | |
ροῖς, ἱερατευκότα τῆς Ἑκάτης ὁμό- | |
15 | σε ὅτε καὶ τοῦ Παναμάρου τὸ βʹ, ἱερα- |
τευκότα ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσαορεί- | |
ου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, γεγυ- | |
μνασιαρχηκότα ἑπτάκις πλουσίως, | |
ἀγωνοθετοῦντα κατ’ ἐνιαυτὸν ἐκ τῶν | |
20 | ἰδίων, εὐθηνιαρχηκότα ἐν στενοχώ- |
ρῳ καιρῷ, δεκάπρωτον, πεπρυτανευ- | |
κότα καὶ γεγραμματευκότα ἐν δυσ- | |
κόλοις, καὶ πεποηκότα πάντα ἐπὶ ὠφε- | |
λίᾳ τῆς πόλεως, κατεσκευακότα ὑ- | |
25 | δραγώγια καὶ ὕδατα εἰσαγειωκχότα |
εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, ἐν ᾧ ἱεράτευ- | |
εν χρόνῳ, κατεσκευακότα ναὸν ἐν τῷ | |
περιστώῳ τοῦ βουλευτηρί<ου> σὺν τοῖς ἀγάλ- | |
μασιν ἐν παντὶ τῷ κόσμῳ, τεθικότα δὲ | |
30 | ἀγάλματα τὰ ἐν Παναμάροις καὶ ἐν Λαγείνοις |
καὶ ἐν Κολιέργοις. περὶ πάντων ἐστὶν ψηφίσματα. |