Honorary inscription by demos, boulai, and ge[rou]sia for
Marcus Sempronius Clemens, hiereus, commemorating building; 22;
found at Panamara: Cousin & Deschamps, BCH 12, 1888, 85-87, no.
10; Laumonier, BCH 61, 1937, 287, no. 131; Oliver, Sacred
Gerousia no. 40; *IStratonikeia 293.
[ ]
IStr 293
| 1 | [ὁ] δῆμος καὶ αἱ βουλαὶ καὶ ἡ γε[ρου]- |
| σία ἐτίμησαν ταῖς μεγίσταις καὶ | |
| ἐξαιρέτοις τειμαῖς Μᾶρκον Σενπρ- | |
| ώνιον, Μάρκου υἱόν, Κλήμεντα, ἄνδρα ἀξι- | |
| 5 | όλογον καὶ ἀσύγκριτον, ἀτελείᾳ καὶ ἀλει- |
| τουργησίᾳ ἐκ γένους τετειμημέ- | |
| νον, ἐπαγγελλόμενον δὲ ἠρχι- | |
| ερατευκότα τῶν Σεβαστῶν πλου- | |
| σίως, ἱερατευκότα τοῦ Παναμά- | |
| 10 | ρου τετράκις, τὸ δὶς ἐν Ἡραίοις |
| κατὰ πενταετηρίδα, ὅτε δὲ τὸ δεύ- | |
| τερον ἱεράτευεν, ἱερατευκότα καὶ | |
| τῆς Ἑκάτης ἐν στενοχώροις και- | |
| ροῖς, ἱερατευκότα τῆς Ἑκάτης ὁμό- | |
| 15 | σε ὅτε καὶ τοῦ Παναμάρου τὸ βʹ, ἱερα- |
| τευκότα ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσαορεί- | |
| ου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, γεγυ- | |
| μνασιαρχηκότα ἑπτάκις πλουσίως, | |
| ἀγωνοθετοῦντα κατ’ ἐνιαυτὸν ἐκ τῶν | |
| 20 | ἰδίων, εὐθηνιαρχηκότα ἐν στενοχώ- |
| ρῳ καιρῷ, δεκάπρωτον, πεπρυτανευ- | |
| κότα καὶ γεγραμματευκότα ἐν δυσ- | |
| κόλοις, καὶ πεποηκότα πάντα ἐπὶ ὠφε- | |
| λίᾳ τῆς πόλεως, κατεσκευακότα ὑ- | |
| 25 | δραγώγια καὶ ὕδατα εἰσαγειωκχότα |
| εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, ἐν ᾧ ἱεράτευ- | |
| εν χρόνῳ, κατεσκευακότα ναὸν ἐν τῷ | |
| περιστώῳ τοῦ βουλευτηρί<ου> σὺν τοῖς ἀγάλ- | |
| μασιν ἐν παντὶ τῷ κόσμῳ, τεθικότα δὲ | |
| 30 | ἀγάλματα τὰ ἐν Παναμάροις καὶ ἐν Λαγείνοις |
| καὶ ἐν Κολιέργοις. περὶ πάντων ἐστὶν ψηφίσματα. |