Hiereus inscription of Aristippos Alexandrou Ko(liorgeus) and Hegemonis Apphion Ko(raiis); 2; found at Panamara: Cousin & Deschamps, BCH 15, 1891, 196-199, no. 140; Laumonier, BCH 61, 1937, p. 244 note 2 and p. 275 no. 107; *IStratonikeia 242.  
[ ] IStr 242
1 ἱερεὺς ἐξ ἱερέων ἐν Ἡραίοις κατὰ πεντα-
ετηρίδα Ἀρίστιππος Ἀλεξάνδρου τοῦ Λέο[ν]-
τος Κο(λιοργεὺς) μετὰ ἀρχιερωσύνην τελείαν καθό[τι]
δ̣ηλοῦται διὰ τῶν ψηφισμάτων τῆς βουλῆς κα[ὶ]
5 [τ]οῦ δήμου· ἱέρεια Ἡφεμονὶς Πυ̣θέου τοῦ Μου-
σαίου Ἄπφιον Κω(ραιῒς) ἐξ ἐπανγελίας, αὐξήσαντε[ς]
τὸ μέγεθος τῆς ἱερωσύνης εὐσεβῶς καὶ φ]-
λοτείμως πρὸς τὴν πάντων ὑποδοχὴν ο[ὐ]
μόνον ταῖς καθ’ ἡμέραν δαπάναις καὶ ἀναλ[ώ]-
10 μασιν διὰ παντὸς τοῦ ἔτους πρὸς τὰς ἑστι[ά]-
σεις, ἀλείψαντες δὲ καὶ τῇ τοῦ στεφάνου π[α]-
[ραλ]ήψει καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, γ[υ]-
[μ]νασιαρχήσαντες δὲ καὶ τῇ ἑορτῇ καὶ πα-
νηγύρει τοῦ θεοῦ ἐπιρρύτῳ ἐλαίῳ ἀπὸ τῆ[ς]
15 εἰκάδος μέχρι τῆς τριακάδος ἐν τοῖς δυσ[ὶ]
βαλανείοις παντὶ τῷ χρόνῳ τῆς ἐπιδημίας
τοῦ θεοῦ πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῶν ἐπιδη-
μούντων ἀνθρώπων· ἐγυμνασιάρχη-
σεν δὲ καὶ ἡ ἱέρεια ταῖς γυναιξὶν τό τ[ε]
20 ἔλαιον καὶ μύρα καὶ τὰ τ[ελε]ιότατα
τῶν ἀλειμμάτων α[․․c.8․․․]ι̣[․]ου
σα[․] ἐμισθώσαντο δὲ καὶ το[ὺς] ἐπ[ιδη]-
μήσαντας παρ’ ἑκάστ[ῳ] τῶν θ[υμελι]-
[κ]ῶν, ἐν δὲ τοῖς Ἡραίοις μετὰ τ[ῶν ἄ]λ-
25 λων παρέσχον τ[αῖς γυναιξ]ὶ̣ν̣ καὶ δού-
λαις καὶ ἐλευθέραις μετὰ τῆς ἄλλης χο-
[ρη]γίας καὶ ἀργυρίου ἑκάστῃ ἀνὰ 𐆖 γʹ,
ἀπέδοσαν δὲ καὶ τὰ δεῖπνα τοῖς
ἀνακομίσασιν πᾶσιν, ἐχαρίσαντο δὲ
30 καὶ τὰ ἱερὰ τοῖς θύσασι διὰ προγράμματος
παρακαλέσαντες ἐπὶ τὰς θυσίας, ἔδο-
σαν δὲ καὶ ταῖς δημοθυνίαις πᾶσιν
τοῖς ἀνελθοῦσιν ἀποφόρητα δεῖπνα·
συνφιλοδοξούντων αὐτοῖς τοῦ τε
35 πατρὸς τοῦ ἱερέως Ἀλεξάνδρου τοῦ
Λέοντος, καὶ τοῦ πατρὸς τῆς ἱερείας
Πυθέου τοῦ Μουσαίου, καὶ τῶν τέκνων
αὐτῶν Ἡγεμονίδος τῆς Ἀριστίππου Ἀπ-
[φ]ου καὶ Ἀλεξάνδρου καὶ Πυθέου τῶν Ἀρι-
40 [σ]τίππου.
Search Help
Contact Us