Hiereus inscription of Aristippos Alexandrou Ko(liorgeus)
and Hegemonis Apphion Ko(raiis); 2; found at Panamara: Cousin &
Deschamps, BCH 15, 1891, 196-199, no. 140; Laumonier, BCH 61,
1937, p. 244 note 2 and p. 275 no. 107; *IStratonikeia 242.
[ ]
IStr 242
| 1 | ἱερεὺς ἐξ ἱερέων ἐν Ἡραίοις κατὰ πεντα- |
| ετηρίδα Ἀρίστιππος Ἀλεξάνδρου τοῦ Λέο[ν]- | |
| τος Κο(λιοργεὺς) μετὰ ἀρχιερωσύνην τελείαν καθό[τι] | |
| δ̣ηλοῦται διὰ τῶν ψηφισμάτων τῆς βουλῆς κα[ὶ] | |
| 5 | [τ]οῦ δήμου· ἱέρεια Ἡφεμονὶς Πυ̣θέου τοῦ Μου- |
| σαίου Ἄπφιον Κω(ραιῒς) ἐξ ἐπανγελίας, αὐξήσαντε[ς] | |
| τὸ μέγεθος τῆς ἱερωσύνης εὐσεβῶς καὶ φ[ι]- | |
| λοτείμως πρὸς τὴν πάντων ὑποδοχὴν ο[ὐ] | |
| μόνον ταῖς καθ’ ἡμέραν δαπάναις καὶ ἀναλ[ώ]- | |
| 10 | μασιν διὰ παντὸς τοῦ ἔτους πρὸς τὰς ἑστι[ά]- |
| σεις, ἀλείψαντες δὲ καὶ τῇ τοῦ στεφάνου π[α]- | |
| [ραλ]ήψει καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, γ[υ]- | |
| [μ]νασιαρχήσαντες δὲ καὶ τῇ ἑορτῇ καὶ πα- | |
| νηγύρει τοῦ θεοῦ ἐπιρρύτῳ ἐλαίῳ ἀπὸ τῆ[ς] | |
| 15 | εἰκάδος μέχρι τῆς τριακάδος ἐν τοῖς δυσ[ὶ] |
| βαλανείοις παντὶ τῷ χρόνῳ τῆς ἐπιδημίας | |
| τοῦ θεοῦ πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῶν ἐπιδη- | |
| μούντων ἀνθρώπων· ἐγυμνασιάρχη- | |
| σεν δὲ καὶ ἡ ἱέρεια ταῖς γυναιξὶν τό τ[ε] | |
| 20 | ἔλαιον καὶ μύρα καὶ τὰ τ[ελε]ιότατα |
| τῶν ἀλειμμάτων α[․․c.8․․․]ι̣[․]ου | |
| σα[․] ἐμισθώσαντο δὲ καὶ το[ὺς] ἐπ[ιδη]- | |
| μήσαντας παρ’ ἑκάστ[ῳ] τῶν θ[υμελι]- | |
| [κ]ῶν, ἐν δὲ τοῖς Ἡραίοις μετὰ τ[ῶν ἄ]λ- | |
| 25 | λων παρέσχον τ[αῖς γυναιξ]ὶ̣ν̣ καὶ δού- |
| λαις καὶ ἐλευθέραις μετὰ τῆς ἄλλης χο- | |
| [ρη]γίας καὶ ἀργυρίου ἑκάστῃ ἀνὰ 𐆖 γʹ, | |
| ἀπέδοσαν δὲ καὶ τὰ δεῖπνα τοῖς | |
| ἀνακομίσασιν πᾶσιν, ἐχαρίσαντο δὲ | |
| 30 | καὶ τὰ ἱερὰ τοῖς θύσασι διὰ προγράμματος |
| παρακαλέσαντες ἐπὶ τὰς θυσίας, ἔδο- | |
| σαν δὲ καὶ ταῖς δημοθυνίαις πᾶσιν | |
| τοῖς ἀνελθοῦσιν ἀποφόρητα δεῖπνα· | |
| συνφιλοδοξούντων αὐτοῖς τοῦ τε | |
| 35 | πατρὸς τοῦ ἱερέως Ἀλεξάνδρου τοῦ |
| Λέοντος, καὶ τοῦ πατρὸς τῆς ἱερείας | |
| Πυθέου τοῦ Μουσαίου, καὶ τῶν τέκνων | |
| αὐτῶν Ἡγεμονίδος τῆς Ἀριστίππου Ἀπ- | |
| [φ]ίου καὶ Ἀλεξάνδρου καὶ Πυθέου τῶν Ἀρι- | |
| 40 | [σ]τίππου. |