Hiereus inscription of Aristippos Alexandrou Ko(liorgeus)
and Hegemonis Apphion Ko(raiis); 2; found at Panamara: Cousin &
Deschamps, BCH 15, 1891, 196-199, no. 140; Laumonier, BCH 61,
1937, p. 244 note 2 and p. 275 no. 107; *IStratonikeia 242.
[ ]
IStr 242
1 | ἱερεὺς ἐξ ἱερέων ἐν Ἡραίοις κατὰ πεντα- |
ετηρίδα Ἀρίστιππος Ἀλεξάνδρου τοῦ Λέο[ν]- | |
τος Κο(λιοργεὺς) μετὰ ἀρχιερωσύνην τελείαν καθό[τι] | |
δ̣ηλοῦται διὰ τῶν ψηφισμάτων τῆς βουλῆς κα[ὶ] | |
5 | [τ]οῦ δήμου· ἱέρεια Ἡφεμονὶς Πυ̣θέου τοῦ Μου- |
σαίου Ἄπφιον Κω(ραιῒς) ἐξ ἐπανγελίας, αὐξήσαντε[ς] | |
τὸ μέγεθος τῆς ἱερωσύνης εὐσεβῶς καὶ φ[ι]- | |
λοτείμως πρὸς τὴν πάντων ὑποδοχὴν ο[ὐ] | |
μόνον ταῖς καθ’ ἡμέραν δαπάναις καὶ ἀναλ[ώ]- | |
10 | μασιν διὰ παντὸς τοῦ ἔτους πρὸς τὰς ἑστι[ά]- |
σεις, ἀλείψαντες δὲ καὶ τῇ τοῦ στεφάνου π[α]- | |
[ραλ]ήψει καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας, γ[υ]- | |
[μ]νασιαρχήσαντες δὲ καὶ τῇ ἑορτῇ καὶ πα- | |
νηγύρει τοῦ θεοῦ ἐπιρρύτῳ ἐλαίῳ ἀπὸ τῆ[ς] | |
15 | εἰκάδος μέχρι τῆς τριακάδος ἐν τοῖς δυσ[ὶ] |
βαλανείοις παντὶ τῷ χρόνῳ τῆς ἐπιδημίας | |
τοῦ θεοῦ πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῶν ἐπιδη- | |
μούντων ἀνθρώπων· ἐγυμνασιάρχη- | |
σεν δὲ καὶ ἡ ἱέρεια ταῖς γυναιξὶν τό τ[ε] | |
20 | ἔλαιον καὶ μύρα καὶ τὰ τ[ελε]ιότατα |
τῶν ἀλειμμάτων α[․․c.8․․․]ι̣[․]ου | |
σα[․] ἐμισθώσαντο δὲ καὶ το[ὺς] ἐπ[ιδη]- | |
μήσαντας παρ’ ἑκάστ[ῳ] τῶν θ[υμελι]- | |
[κ]ῶν, ἐν δὲ τοῖς Ἡραίοις μετὰ τ[ῶν ἄ]λ- | |
25 | λων παρέσχον τ[αῖς γυναιξ]ὶ̣ν̣ καὶ δού- |
λαις καὶ ἐλευθέραις μετὰ τῆς ἄλλης χο- | |
[ρη]γίας καὶ ἀργυρίου ἑκάστῃ ἀνὰ 𐆖 γʹ, | |
ἀπέδοσαν δὲ καὶ τὰ δεῖπνα τοῖς | |
ἀνακομίσασιν πᾶσιν, ἐχαρίσαντο δὲ | |
30 | καὶ τὰ ἱερὰ τοῖς θύσασι διὰ προγράμματος |
παρακαλέσαντες ἐπὶ τὰς θυσίας, ἔδο- | |
σαν δὲ καὶ ταῖς δημοθυνίαις πᾶσιν | |
τοῖς ἀνελθοῦσιν ἀποφόρητα δεῖπνα· | |
συνφιλοδοξούντων αὐτοῖς τοῦ τε | |
35 | πατρὸς τοῦ ἱερέως Ἀλεξάνδρου τοῦ |
Λέοντος, καὶ τοῦ πατρὸς τῆς ἱερείας | |
Πυθέου τοῦ Μουσαίου, καὶ τῶν τέκνων | |
αὐτῶν Ἡγεμονίδος τῆς Ἀριστίππου Ἀπ- | |
[φ]ίου καὶ Ἀλεξάνδρου καὶ Πυθέου τῶν Ἀρι- | |
40 | [σ]τίππου. |