Dedication by (?) T(i)b(erius) Fl(avius) Iason (Aeneas)
Hie(rokometes) and Ael(ia) Statilia Pythiane Hie(rokometis),
hiereis; 2; found at Panamara: Cousin & Deschamps, BCH 11, 1887,
383-387, no. 3; Laumonier, BCH 61, 1937, p. 260 no. 70 and p. 277
supra; *IStratonikeia 205 + II p. viii.
[ ]
IStr 205 + II p. viii
1 | ἱερεὺς ἐξ ἱερέων καὶ προγόνων |
ἐξ ἐπαγγελίας ἐν Κομυρίοις Τ(ι)β(έριος) Φλ(άουιος), | |
Τ(ι)β(ερίου) Φλ(αουίου) Αἰνείου υἱός, Κυρείνα, Ἰάσων Ἱε(ροκωμήτης), ἱέρεια Αἰλ(ία) | |
Στατιλία, Αἰλ(ίου) Παπίου θυγάτηρ, Πυθιανὴ Ἱε(ροκωμῆτις), ἱερατεύ- | |
5 | σαντες εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, τὸν Δί- |
α καὶ τὴν Ἥραν, φιλοτείμως δὲ πρὸς τοὺς | |
ἀνθρώπους, παραλαμβάνον- | |
τες μὲν τὸν στέφανον τοῦ θεοῦ | |
ἐγυμνασιάρχησαν, ἤλειψαν δὲ | |
10 | καὶ τῇ ἀνόδῳ τοῦ θεοῦ πανδη- |
μεὶ τὴν πόλιν ἐν τῷ ἄστει πρῶ- | |
τοι, καὶ τὰς τῆς ἑορτῆς δὲ τῶν Πα- | |
ναμαρείων ἡμέρας δέκα ἔθεσαν | |
ἐν τοῖς γυμνασίοις ἔλαιον δρα- | |
15 | κτῷ πάσῃ ἡλικίᾳ καὶ τύχῃ ἀδιαλεί- |
πτως καὶ νυκτὸς καὶ ἡμέρας καὶ | |
ἐπαλείμματα, καὶ ταῖς γυναιξὶ δὲ | |
πάσαις ἔδοσαν ἔλαιον ἐν | |
τοῖς γυναικείοις βαλανείοις, | |
20 | ἐστίασαν δὲ πάντας τοὺς |
ἀνιόντας ἰς τὸ ἱερὸν διὰ παν- | |
τὸς τοῦ ἔτους, ἀπέδοσαν δὲ | |
καὶ τὰ δεῖπνα καὶ τὰ ἱερὰ καὶ | |
τὰ τῆς τραπέζης δίκαια δι- | |
25 | ὰ τὴν ἑαυτῶν μεγαλοφροσύ- |
νην, ἐπετέλεσαν δὲ καὶ τὰ μυ- | |
στήρια τοῦ Κομυρίου εὐσεβῶς, καὶ | |
τοῖς μὲν ἀνδράσιν ἐν τῷ Κομυρί- | |
ῳ δεῖπνα παρέσχον κατὰ τρικλει- | |
30 | ναρχίας καὶ τὸν οἶνον ἔδοσαν ἀ- |
φθόνως πολείταις, ξένοις, δούλοις, | |
ταῖς γυναιξὶ δὲ ἐν τῷ ἱερῷ καὶ αὐ- | |
ταῖς παρέσχον οἶνον πλεῖστον ταῖς | |
δυσὶν ἡμέραις, καὶ τὰ ξύλα ἐν τοῖς | |
35 | δυσὶ τόποις, ἔθεσαν δὲ καὶ ἐν τῇ ὁδῷ |
πάσῃ ἡλικίᾳ γλυκύν τε καὶ οἶνον ἀφθόνως, | |
ἔδοσαν δὲ καὶ τοῖς πολείταις 𐆖 μύρια. |