Dedication by (?) T(i)b(erius) Fl(avius) Iason (Aeneas)
Hie(rokometes) and Ael(ia) Statilia Pythiane Hie(rokometis),
hiereis; 2; found at Panamara: Cousin & Deschamps, BCH 11, 1887,
383-387, no. 3; Laumonier, BCH 61, 1937, p. 260 no. 70 and p. 277
supra; *IStratonikeia 205 + II p. viii.
[ ]
IStr 205 + II p. viii
| 1 | ἱερεὺς ἐξ ἱερέων καὶ προγόνων |
| ἐξ ἐπαγγελίας ἐν Κομυρίοις Τ(ι)β(έριος) Φλ(άουιος), | |
| Τ(ι)β(ερίου) Φλ(αουίου) Αἰνείου υἱός, Κυρείνα, Ἰάσων Ἱε(ροκωμήτης), ἱέρεια Αἰλ(ία) | |
| Στατιλία, Αἰλ(ίου) Παπίου θυγάτηρ, Πυθιανὴ Ἱε(ροκωμῆτις), ἱερατεύ- | |
| 5 | σαντες εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, τὸν Δί- |
| α καὶ τὴν Ἥραν, φιλοτείμως δὲ πρὸς τοὺς | |
| ἀνθρώπους, παραλαμβάνον- | |
| τες μὲν τὸν στέφανον τοῦ θεοῦ | |
| ἐγυμνασιάρχησαν, ἤλειψαν δὲ | |
| 10 | καὶ τῇ ἀνόδῳ τοῦ θεοῦ πανδη- |
| μεὶ τὴν πόλιν ἐν τῷ ἄστει πρῶ- | |
| τοι, καὶ τὰς τῆς ἑορτῆς δὲ τῶν Πα- | |
| ναμαρείων ἡμέρας δέκα ἔθεσαν | |
| ἐν τοῖς γυμνασίοις ἔλαιον δρα- | |
| 15 | κτῷ πάσῃ ἡλικίᾳ καὶ τύχῃ ἀδιαλεί- |
| πτως καὶ νυκτὸς καὶ ἡμέρας καὶ | |
| ἐπαλείμματα, καὶ ταῖς γυναιξὶ δὲ | |
| πάσαις ἔδοσαν ἔλαιον ἐν | |
| τοῖς γυναικείοις βαλανείοις, | |
| 20 | ἐστίασαν δὲ πάντας τοὺς |
| ἀνιόντας ἰς τὸ ἱερὸν διὰ παν- | |
| τὸς τοῦ ἔτους, ἀπέδοσαν δὲ | |
| καὶ τὰ δεῖπνα καὶ τὰ ἱερὰ καὶ | |
| τὰ τῆς τραπέζης δίκαια δι- | |
| 25 | ὰ τὴν ἑαυτῶν μεγαλοφροσύ- |
| νην, ἐπετέλεσαν δὲ καὶ τὰ μυ- | |
| στήρια τοῦ Κομυρίου εὐσεβῶς, καὶ | |
| τοῖς μὲν ἀνδράσιν ἐν τῷ Κομυρί- | |
| ῳ δεῖπνα παρέσχον κατὰ τρικλει- | |
| 30 | ναρχίας καὶ τὸν οἶνον ἔδοσαν ἀ- |
| φθόνως πολείταις, ξένοις, δούλοις, | |
| ταῖς γυναιξὶ δὲ ἐν τῷ ἱερῷ καὶ αὐ- | |
| ταῖς παρέσχον οἶνον πλεῖστον ταῖς | |
| δυσὶν ἡμέραις, καὶ τὰ ξύλα ἐν τοῖς | |
| 35 | δυσὶ τόποις, ἔθεσαν δὲ καὶ ἐν τῇ ὁδῷ |
| πάσῃ ἡλικίᾳ γλυκύν τε καὶ οἶνον ἀφθόνως, | |
| ἔδοσαν δὲ καὶ τοῖς πολείταις 𐆖 μύρια. |