Dedication by (?) T(i)b(erius) Fl(avius) Iason (Aeneas) Hie(rokometes) and Ael(ia) Statilia Pythiane Hie(rokometis), hiereis; 2; found at Panamara: Cousin & Deschamps, BCH 11, 1887, 383-387, no. 3; Laumonier, BCH 61, 1937, p. 260 no. 70 and p. 277 supra; *IStratonikeia 205 + II p. viii.  
[ ] IStr 205 + II p. viii
1 ἱερεὺς ἐξ ἱερέων καὶ προγόνων
ἐξ ἐπαγγελίας ἐν Κομυρίοις Τ(ι)β(έριος) Φλ(άουιος),
Τ(ι)β(ερίου) Φλ(αουίου) Αἰνείου υἱός, Κυρείνα, Ἰάσων Ἱε(ροκωμήτης), ἱέρεια Αἰλ(ία)
Στατιλία, Αἰλ(ίου) Παπίου θυγάτηρ, Πυθιανὴ Ἱε(ροκωμῆτις), ἱερατεύ-
5 σαντες εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, τὸν Δί-
α καὶ τὴν Ἥραν, φιλοτείμως δὲ πρὸς τοὺς
ἀνθρώπους, παραλαμβάνον-
τες μὲν τὸν στέφανον τοῦ θεοῦ
ἐγυμνασιάρχησαν, ἤλειψαν δὲ
10 καὶ τῇ ἀνόδῳ τοῦ θεοῦ πανδη-
μεὶ τὴν πόλιν ἐν τῷ ἄστει πρῶ-
τοι, καὶ τὰς τῆς ἑορτῆς δὲ τῶν Πα-
ναμαρείων ἡμέρας δέκα ἔθεσαν
ἐν τοῖς γυμνασίοις ἔλαιον δρα-
15 κτῷ πάσῃ ἡλικίᾳ καὶ τύχῃ ἀδιαλεί-
πτως καὶ νυκτὸς καὶ ἡμέρας καὶ
ἐπαλείμματα, καὶ ταῖς γυναιξὶ δὲ
πάσαις ἔδοσαν ἔλαιον ἐν
τοῖς γυναικείοις βαλανείοις,
20 ἐστίασαν δὲ πάντας τοὺς
ἀνιόντας ἰς τὸ ἱερὸν διὰ παν-
τὸς τοῦ ἔτους, ἀπέδοσαν δὲ
καὶ τὰ δεῖπνα καὶ τὰ ἱερὰ καὶ
τὰ τῆς τραπέζης δίκαια δι-
25 ὰ τὴν ἑαυτῶν μεγαλοφροσύ-
νην, ἐπετέλεσαν δὲ καὶ τὰ μυ-
στήρια τοῦ Κομυρίου εὐσεβῶς, καὶ
τοῖς μὲν ἀνδράσιν ἐν τῷ Κομυρί-
δεῖπνα παρέσχον κατὰ τρικλει-
30 ναρχίας καὶ τὸν οἶνον ἔδοσαν ἀ-
φθόνως πολείταις, ξένοις, δούλοις,
ταῖς γυναιξὶ δὲ ἐν τῷ ἱερῷ καὶ αὐ-
ταῖς παρέσχον οἶνον πλεῖστον ταῖς
δυσὶν ἡμέραις, καὶ τὰ ξύλα ἐν τοῖς
35 δυσὶ τόποις, ἔθεσαν δὲ καὶ ἐν τῇ ὁδῷ
πάσῃ ἡλικίᾳ γλυκύν τε καὶ οἶνον ἀφθόνως,
ἔδοσαν δὲ καὶ τοῖς πολείταις 𐆖 μύρια.
Search Help
Contact Us