Honorary decree of koinon of Panamara for Leon Chrysaoros
(of Alabanda?), giving him citizenship; c. 300/166 BC; found at
Panamara: Cousin, BCH 28, 1904, 350-351, no. 6; BE 1906:48; SEG
4, 388; Laumonier, BCH 61, 1937, 238, no. 1; *IStratonikeia 7.
[ ]
IStr 7
| 1 | [— πα]ρ̣ασκευὰς ․․․α․․ |
| [—]ε συ̣μμέτρων αἷ[ς] συντε- | |
| [— ψή]φισμα ἀποδοὺς καὶ παραθεὶς ἔκ τε [τ]ῶ[ν] | |
| [ἱστοριῶ]ν καὶ τῶν ἀρχαίων γραμμάτων καὶ συστησά[με]- | |
| 5 | [νος τὰς ἄν]ωθεν τιμὰς καὶ ἀσυλίας ὑπαρχούσας τῶι Δι̣ῒ |
| καὶ Παναμαρεῦσιν ἔπεισεν τὸν σύνπαντα δῆμον εἰς τ̣[ὸ] | |
| τὰς θυσίας ἐπιφανεστέρας καὶ μείζονας συντελεῖν, ἐ- | |
| πελθών τε ἐπί τινας δήμους ἔπεισε καὶ ἐκείνους συνθύ- | |
| ειν, καθόλου τε ἔσπευδεν ὑπέρ τε τοῦ θεοῦ καὶ τοῦ κοινοῦ | |
| 10 | τοῦ Παναμαρέων, οὔτε κίνδυνον οὔτε δαπάνην οὔτε [κα]- |
| [κοπ]αθίαν οὐδεμίαν ὑφορώμενος· ὅπως οὖν καὶ Παναμα- | |
| ρεῖς φαίνωνται τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν τὰς | |
| καταξίας χάριτας ἀποδιδόντες· δεδόχθαι τῶι κοινῶι· | |
| ἐπῃνῆσθαι Λέοντα Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρ- | |
| 15 | χοντος καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀρετῆς |
| ἕνεκεν καὶ εὐσεβείας, εἶναι δὲ αὐτῶι καὶ ἐκγόνοις πολιτεί- | |
| αν καὶ μετουσίαν πάντων ὧν καὶ Παναμαρεῖς μετέχουσιν, | |
| στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ὧι ἂν αὐτὸς βούλη- | |
| ται τόπωι, καὶ ἐπιγράψαι ἐπιγραφὴν τήνδε· τὸ κοινὸν | |
| 20 | τὸ Παναμαρέων ἐτίμησεν ἱερατεύσαντα Λέοντα |
| Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρχοντος ἐπαίνωι, χ[ρυ]- | |
| σῶι στεφάνωι, εἰκόνι χαλκῆι ἀρετῆς ἕνεκεν καὶ εὐσε- | |
| βείας· ἀναγράψαι δὲ {δὲ} τόδε τὸ ψήφισμα εἰς | |
| στήλην λιθίνην καὶ ἀναθεῖναι ἐν τῶι ἱερῶι τοῦ Δι- | |
| 25 | ὸς τοῦ Καρίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, τό δὲ τέ- |
| λεσμα τὸ εἰς τὰ προγεγραμένα ὑπαρχέτω ἐξ ἐπαγγελίας· | |
| ὅπως δὲ καὶ ὁ σύνπας δῆμος ἐπιγνῶι τὰ δεδογμένα τῶ[ι] | |
| κοινῶι τῶι Παναμαρέων, ἑλέσθαι ἄνδρα· ὁ δὲ αἱρεθεὶς ἀ- | |
| ποδότω τόδε τὸ ψήφισμα καὶ ἐπελθὼν ἐπί τε τὴν βουλὴν | |
| 30 | καὶ τὸν δῆμον διαλεγήτω ὑπὲρ τῶν δεδογμένων |
| τῶι κοινῶι. ᾑρέθη Καλλιμήδης Πολυάρχου. |