Decree of Mylasa against Manitas Paktyo, Thyssos Sysko, and anyone else who plotted against Maussollos, with curse against violators; 355/354 BC; found at Mylasa: CIG 2691.e; LW 379; Froehner, ILouvre no. 96.C; Bechtel, Inschr. ion. Dial. no. 248.c; Michel 471.III; SGDI 5753.c; Schwyzer, DGEEP 746.C; Syll2 107 (non vidi); Syll3 167, ll. 32-50; Tod II no. 138, ll. 32-50; *IMylasa 3 (PH) + II p. 7.  
[ ] IMyl 3 + II p. 7
1 ἔτει πέμπτωι Ἀρταξέρξευς βασιλεύοντος,
Μαυσσώλλου ἐξαιθραπεύον̣[τ]ος· Μανιτα τοῦ
Πακτυω ἐπιβουλεύσαντος Μαυσσώλλωι τῶι Ἑκατόμν<ω>
ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Λαμβραύνδου θυσίης ἐνιαυ-
5 σίης καὶ πανηγύριος ἐούσης, καὶ Μαυσσώλλου μὲν
σωθέντος σὺν τῶι Διΐ, Μανιτα δὲ αὐτοῦ [τ]ὴν δίκην
λαβόντος ἐν χειρῶν νομῶι, ἔγνωσαν Μυλασε[ῖ]ς̣, παρη-
νομημένου τοῦ ἱεροῦ καὶ Μαυσσώλλου τοῦ εὐερ-
γέτεω ἔρευναν ποιήσασθαι, εἴ τις καὶ ἄλλος μετέ[σ]-
10 χεν ἢ ἐκοινώνησεν τῆς πράξιος· ἐλεγκθέντος δὲ
καὶ Θυσσου τοῦ Συσκω καὶ κριθέντος συναδικεῖν
μετὰ Μανιτα, ἔδοξε Μυλασεῦσιν καὶ ἐπεκύρωσαν
αἱ τρεῖς φυλαί· τὰ Μανιτα τοῦ Πακτυω καὶ Θυσσου
τοῦ Συσκω προστεθῆναι Μαυσσώλλωι· καὶ τὰ
15 κτήματα ἐπώλησεν ἡ πόλις δημοσίῃ ἐπαρὰς
ποιησαμένη τούτων τὰς ὠνὰς τοῖς πριαμένοις
κυρίας εἶναι, καὶ μήτε προτιθέναι μήτε ἐπιψηφίζειν
μηδένα· εἰ δέ τις ταῦτα παραβαίνοι, ἐξώλη γίνε-
σθαι καὶ αὐτὸν καὶ τοὺς ἐκείνου πάντας.
Search Help
Contact Us