Decree of ekklesie of Mylasa against sons of Peldemos for damaging statue of Hekatomnos, with curse for violators; 361/360 BC; found at Mylasa: CIG 2691.d; LW 378; Froehner, ILouvre no. 96.B; Bechtel, Inschr. ion. Dial. no. 248.b; Michel 471.II; SGDI 5753.b; Schwyzer, DGEEP 746.B; Syll2 107 (non vidi); Syll3 167, ll. 17-31; Tod II no. 138, ll. 17-31; *IMylasa 2 (PH) + II p. 7.  
[ ] IMyl 2 + II p. 7
1 ἔτει τετρωκοστῶι καὶ πέμπτωι Ἀρταξέρξευς
βασιλεύοντος, Μαυσσώλλου ἐξαιθραπεύοντος·
ἔδοξε Μυλασεῦσι ἐκκλησίης κυρίης γενομένης,
καὶ ἐπεκύρωσαν αἱ τρεῖς φυλαί· τοὺς Πελδεμω
5 παῖδας παρανομήσαντας ἐς τὴν εἰκόνα
τὴν Ἑκατόμνω, ἀνδρὸς πολλὰ καὶ ἀγαθὰ ποιήσαν-
τος τὴμ πόλιν τὴμ Μυλασέων καὶ λόγωι καὶ ἔργωι,
ἀδικεῖν καὶ τὰ ἱερὰ ἀναθήματα καὶ τὴμ πόλιν
καὶ τοὺς εὐεργέτας τῆς πόλεως· ἀδικεῖν δὲ κατα-
10 γνόντες ἐζημίωσαν δημεύσει τῆς οὐσίης καὶ ἐπώ<λη>-
σαν τὰ κτήματα αὐτῶν δημοσίηι, ἐκτῆσθαι κυρίως
τοῖς πριαμένοις· καὶ ἐπαρὰς ἐποήσαντο περὶ τούτων
μήτε προτιθέναι μήτε ἐπιψηφίζειν μηδένα· εἰ δέ τις
ταῦτ[α πα]ραβαίνοι, ἐξώλη γίνεσθαι καὶ αὐτὸν καὶ τοὺς
15 ἐκείνου π[άν]τας.
Search Help
Contact Us