Decree of phyle of Otorkondeis concerning leasing of land;
III; found at Mylasa: LW 404; *IMylasa 201.
[ ]
IMyl 201
1 | [ἐπὶ] στεφ[ανηφόρου Ἱεροκλείους] τοῦ Μενίππου, μηνὸς [—] ἐκκλησίας κυρία[ς γενομένης ἐν] |
[Τ]αυροφονίοις κατὰ τὰ πάτρια· τύχηι τῆι ἀγαθῆι· [εἰς μίσθωσιν] ἔδωκεν ἡ φυλὴ ἡ Ὀτωρκ̣[ονδέων καὶ οἱ] | |
αἱρεθέντες ὑπὸ τῆς Ὀτωρκονδέων φυλῆς οἰκονόμοι Ἑρμίας Ἑκαταίου, Ἰάσων Παμ[μένου, καὶ οἱ] | |
ταμίαι Θυσσος Ἀπολλωνίου, Ἀπολλώνιος Μόσχου, γῆν τὴν Ὀτωρκονδέων τὴ̣[ν ἐν Κυβί]- | |
5 | μοις εἰς τὰ πατρικά, ἑκάστου ἔτους χρυσῶν τεσσαράκοντα· ἄρξει δὲ τῆς ἐρ[γασίας] |
χρόνος ἐπὶ στεφανηφόρου τοῦ μετὰ Ἱεροκλῆν Μενίππου ἐσομένου, μὴν Περίτιος· ἵ[να γεωρ]- | |
γῶνται οἱ μισθωσάμενοι τὴγ γῆν καθάπερ καὶ οἱ λοιποὶ τὰς ἰδίας γεωργίας ἐ[ργάζον]- | |
ται, καὶ τάς τε εἰσφορὰς διορθώσονται πάσας [καὶ τὰ] προσπί[π]τοντα ἐκ τοῦ βασιλικοῦ ἢ [πολι]- | |
τικοῦ καθάπερ καὶ οἱ τὰς ἰδίας γεωργίας γεωργοῦντες· μὴ ἐξέστω δὲ τοῖς μισθωσαμ[έ]- | |
10 | νοις μήτε ἀποδόσθαι τὴγ γῆν ταύτην μήτε ὑποθεῖναι μηδὲ ἄλλοις παραδοῦναι μηδ’ ἐ[νέ]- |
[χ]υρα παρέχεσθαι πρός τι τῶν ὀφειλημάτων μήτε εἰς τὸ βασιλικὸν μήτε εἰς τὸ πολιτικὸν μή- | |
τε ἰδιώτηι μηθενί· ἐγγύους δὲ καταστή̣[σ]ουσιν οἱ μισθωσάμενοι ἀξιο[χρέ]ους εἰς ἔκτεισι[ν] | |
εἰς ἔτη δέκ[α, καὶ τὸ]<ν> φόρον διορθώσονται ἄνει[κον] ἀνυπό[λο]γον ἀτελ[ῆ πά]ντων· ἐπὶ στε- | |
[φανηφόρου Ἱεροκλείους τοῦ Μενίπ]π[ου —]ΠΑΙΚΕ[—] |