Decree of phyle of Otorkondeis concerning leasing of land; III; found at Mylasa: LW 404; *IMylasa 201.  
[ ] IMyl 201
1 [ἐπὶ] στεφ[ανηφόρου Ἱεροκλείους] τοῦ Μενίππου, μηνὸς [—] ἐκκλησίας κυρία[ς γενομένης ἐν]
[Τ]αυροφονίοις κατὰ τὰ πάτρια· τύχηι τῆι ἀγαθῆι· [εἰς μίσθωσιν] ἔδωκεν ἡ φυλὴ ἡ Ὀτωρκ̣[ονδέων καὶ οἱ]
αἱρεθέντες ὑπὸ τῆς Ὀτωρκονδέων φυλῆς οἰκονόμοι Ἑρμίας Ἑκαταίου, Ἰάσων Παμ[μένου, καὶ οἱ]
ταμίαι Θυσσος Ἀπολλωνίου, Ἀπολλώνιος Μόσχου, γῆν τὴν Ὀτωρκονδέων τὴ̣[ν ἐν Κυβί]-
5 μοις εἰς τὰ πατρικά, ἑκάστου ἔτους χρυσῶν τεσσαράκοντα· ἄρξει δὲ τῆς ἐρ[γασίας]
χρόνος ἐπὶ στεφανηφόρου τοῦ μετὰ Ἱεροκλῆν Μενίππου ἐσομένου, μὴν Περίτιος· ἵ[να γεωρ]-
γῶνται οἱ μισθωσάμενοι τὴγ γῆν καθάπερ καὶ οἱ λοιποὶ τὰς ἰδίας γεωργίας ἐ[ργάζον]-
ται, καὶ τάς τε εἰσφορὰς διορθώσονται πάσας [καὶ τὰ] προσπί[π]τοντα ἐκ τοῦ βασιλικοῦ ἢ [πολι]-
τικοῦ καθάπερ καὶ οἱ τὰς ἰδίας γεωργίας γεωργοῦντες· μὴ ἐξέστω δὲ τοῖς μισθωσαμ[έ]-
10 νοις μήτε ἀποδόσθαι τὴγ γῆν ταύτην μήτε ὑποθεῖναι μηδὲ ἄλλοις παραδοῦναι μηδ’ ἐ[νέ]-
[χ]υρα παρέχεσθαι πρός τι τῶν ὀφειλημάτων μήτε εἰς τὸ βασιλικὸν μήτε εἰς τὸ πολιτικὸν μή-
τε ἰδιώτηι μηθενί· ἐγγύους δὲ καταστή̣[σ]ουσιν οἱ μισθωσάμενοι ἀξιο[χρέ]ους εἰς ἔκτεισι[ν]
εἰς ἔτη δέκ[α, καὶ τὸ]<ν> φόρον διορθώσονται ἄνει[κον] ἀνυπό[λο]γον ἀτελ[ῆ πά]ντων· ἐπὶ στε-
[φανηφόρου Ἱεροκλείους τοῦ Μενίπ]π[ου —]ΠΑΙΚΕ[—]
Search Help
Contact Us