Honorary decree of phyle of Otorkondeis for Diophantos Hermophantou; II; found at Mylasa: LW 405; Michel 474; BE 1964:475; *IMylasa 108.  
[ ] IMyl 108
1 ἐπὶ στεφανηφόρου Καλλισθένου το[ῦ —,] μη[νὸς] Ξα[ν]-
δικοῦ ἑκκαιδεκάτηι· ἔδοξε τῶν Ὀτωρκονδέων φυλῆι· ταῖς
ἀρχαιρεσίαις· ἐπειδὴ Διόφαντος Ἑρμοφάντου πρότερόν τε
αἱρεθεὶς ὑπὸ τῆς φυλῆς ἐγλογιστὴς ἦρξεν τὴν ἀρχὴν
5 καλῶς καὶ ἐνδόξως καὶ ἀξίως τῆς καταστησάσης αὐτὸν φυλῆς,
συνδιατηρῶν τοὺς νόμους· ἀνθ’ ὧν [κ]α[ὶ ἡ] φυλὴ ἐτίμησεν αὐτὸν κ̣[αὶ ἡ]
[π]όλις καταξίως· ὕστε[ρ]ον δὲ αἱρεθεὶς πανηγυριάρχης προ-
έστη τῆς [ἀρχ]ῆς ἀξίως, προστὰς ἅμα καὶ τῆς κατὰ τὴν ἀγορὰ[ν]
[ἐπ]ιμελείας, ἀξιότιμον καὶ ἀδωροδόκητον ἑαυτὸν ἐμ π[ᾶ]-
10 [σ]ιν παρασκευάσας· ὅπως οὖν καὶ [ἡ φυ]λὴ φαίνηται τοὺς προ-
αιρουμένους φιλοδοξεῖν τιμῶ[σ]α· ἔδ[ο]ξεν ἀγαθῆι τύχη[ι·]
ἐπῃνῆσθαι Διόφαντον ἐπὶ τούτοις καὶ στεφανῶσαι αὐτὸν
χρυσῶι στεφάνωι ἀρετῆς καὶ φιλοδοξίας ἕνεκα τῆς εἰς τὴ[ν]
[πόλ]ιν· ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα ἐν τῶι περιβόλωι τῶ[ι]
15 [τῆς] φυλ[ῆ]ς Ὀτωρκονδέων· εἰς δὲ τὸν στέφανον καὶ τὴν ἀναγρ]-
φὴν τοῦ ψηφίσματος ὑπάρ[χε]ιν πόρον ἐκ τῶν τῆς φυλῆς
[προσ]ό<δ>ω[ν τ][ν μὴ εἰς ἄλλα] ἀποτετα[γμέ]νων.
Search Help
Contact Us