Honorary decree of phyle of Otorkondeis for Diophantos
Hermophantou; II; found at Mylasa: LW 405; Michel 474; BE
1964:475; *IMylasa 108.
[ ]
IMyl 108
1 | ἐπὶ στεφανηφόρου Καλλισθένου το[ῦ —,] μη[νὸς] Ξα[ν]- |
δικοῦ ἑκκαιδεκάτηι· ἔδοξε τῶν Ὀτωρκονδέων φυλῆι· ταῖς | |
ἀρχαιρεσίαις· ἐπειδὴ Διόφαντος Ἑρμοφάντου πρότερόν τε | |
αἱρεθεὶς ὑπὸ τῆς φυλῆς ἐγλογιστὴς ἦρξεν τὴν ἀρχὴν | |
5 | καλῶς καὶ ἐνδόξως καὶ ἀξίως τῆς καταστησάσης αὐτὸν φυλῆς, |
συνδιατηρῶν τοὺς νόμους· ἀνθ’ ὧν [κ]α[ὶ ἡ] φυλὴ ἐτίμησεν αὐτὸν κ̣[αὶ ἡ] | |
[π]όλις καταξίως· ὕστε[ρ]ον δὲ αἱρεθεὶς πανηγυριάρχης προ- | |
έστη τῆς [ἀρχ]ῆς ἀξίως, προστὰς ἅμα καὶ τῆς κατὰ τὴν ἀγορὰ[ν] | |
[ἐπ]ιμελείας, ἀξιότιμον καὶ ἀδωροδόκητον ἑαυτὸν ἐμ π[ᾶ]- | |
10 | [σ]ιν παρασκευάσας· ὅπως οὖν καὶ [ἡ φυ]λὴ φαίνηται τοὺς προ- |
αιρουμένους φιλοδοξεῖν τιμῶ[σ]α· ἔδ[ο]ξεν ἀγαθῆι τύχη[ι·] | |
ἐπῃνῆσθαι Διόφαντον ἐπὶ τούτοις καὶ στεφανῶσαι αὐτὸν | |
χρυσῶι στεφάνωι ἀρετῆς καὶ φιλοδοξίας ἕνεκα τῆς εἰς τὴ[ν] | |
[πόλ]ιν· ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα ἐν τῶι περιβόλωι τῶ[ι] | |
15 | [τῆς] φυλ[ῆ]ς Ὀτωρκονδέων· εἰς δὲ τὸν στέφανον καὶ τὴν ἀναγρ[α]- |
φὴν τοῦ ψηφίσματος ὑπάρ[χε]ιν πόρον ἐκ τῶν τῆς φυλῆς | |
[προσ]ό<δ>ω[ν τ]ῶ[ν μὴ εἰς ἄλλα] ἀποτετα[γμέ]νων. |