Honorary decree of phyle of Otorkondeis for [An]tiochos [Thargeliou]; II2/I; found at Mylasa: CIG 2693c; LW 403; *IMylasa 106.  
[ ] IMyl 106
1 ἐπὶ στεφανηφόρου Ἀ[ρισ]τέου τοῦ Ἰάσονος [τοῦ] Μ̣ενά̣[νδρου, μηνὸς Ξανδικοῦ ἕκτηι? ἐπὶ δέ]-
κα, ἐν ἀρχαιρεσίαις· ἔδοξεν τῆι Ὀτωρκονδέων [φυλῆι· ἐπειδὴ Ἀντίοχος Θαργηλίου]
τοῦ Λέοντος ἔν τε τοῖς πρότερον χρόνοις ἐν ἀρχείοι[ς γενόμενος πλείοσιν ἦρξεν τὰς]
ἀρχὰς ἀξίως τῆς φυλῆς, καὶ ἐν τῶι καθ’ ἕτος δ’ ἐνια[υτῶι ἀξιωθεὶς ὑπὸ τῆς φυλῆς]
5 ὑπομεῖναι ἐπιστάτης τῶν ἱερῶν καὶ δημοσίων ἔργων [γενόμενος προέστη τῆς]
ἀρχῆς ἀξίως οὐ μόνον τῆς φυλῆς ἀλλὰ καὶ τοῦ σύμπα[ντος δήμου· ἐπεμελήθη δὲ]
τῶν τειχῶν καὶ τῶν ἱερῶν, καὶ τῶν ἄλλων δὲ ὁμοίως [— φιλόπατ]-
ριν, ἐκτενῆ καὶ φιλότιμον ἑαυτὸν παρασκευάσας διὰ [το][— ἐ]-
γενήθη εἰς τὸ λυσιτελῶς καὶ ἀξιολόγως τὰ ἔργα ἐκτετελ[έσθαι· — τῶν δὲ]
10 πόρων τῶν εἰς ταῦτα ὑποκειμένων ἀφυστερούντων πρὸς [— οὐ μόνον]
προἵετο τὸ ἀργύριον ἐκ τοῦ ἰδίου πρὸς τὸ μὴ καθυστερεῖν, ἀλλα [καὶ —]
[τ]ὰ τῶν ἔργων ὑπεριδὼν διάφορα καὶ πλε̣ί[ονα·] ὅπως οὖν καὶ Ὀτω[ρκονδεῖς φαίνωται τοῖς ἀξίοις]
τῶν ἀνδρῶν χάριν καὶ [τιμὴν] ἀπονέμοντες· ἀγαθῆι τύχῃ· δεδ[όχθαι τῆι φυλῆι· ἐπηινῆσθαι Ἀν]-
τίοχον ἐπὶ τούτοις καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀ[ρετῆς καὶ φιλοδοξίας ἕνεκα]
15 τῆς εἴς τε τὴν φυ[λὴν] καὶ τὸν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα εἰς στήλην λιθίνην καὶ]
[στῆσ]αι ἐν τῶι ἱ[ερῶι τοῦ Δ]ιὸς Ὀτωρκονδ[έω]ν· πόρον δὲ ὑ[π]άρχ[ειν εἰς τὴν]
[ἀναγ]ραφὴν τ[οῦ ψηφίσμ]ατο[ς ἐκ τῶν κοινῶν προσόδων]
Search Help
Contact Us