Honorary decree of phyle of Otorkondeis for [An]tiochos
[Thargeliou]; II2/I; found at Mylasa: CIG 2693c; LW 403;
*IMylasa 106.
[ ]
IMyl 106
| 1 | ἐπὶ στεφανηφόρου Ἀ[ρισ]τέου τοῦ Ἰάσονος [τοῦ] Μ̣ενά̣[νδρου, μηνὸς Ξανδικοῦ ἕκτηι? ἐπὶ δέ]- |
| κα, ἐν ἀρχαιρεσίαις· ἔδοξεν τῆι Ὀτωρκονδέων [φυλῆι· ἐπειδὴ Ἀντίοχος Θαργηλίου] | |
| τοῦ Λέοντος ἔν τε τοῖς πρότερον χρόνοις ἐν ἀρχείοι[ς γενόμενος πλείοσιν ἦρξεν τὰς] | |
| ἀρχὰς ἀξίως τῆς φυλῆς, καὶ ἐν τῶι καθ’ ἕτος δ’ ἐνια[υτῶι ἀξιωθεὶς ὑπὸ τῆς φυλῆς] | |
| 5 | ὑπομεῖναι ἐπιστάτης τῶν ἱερῶν καὶ δημοσίων ἔργων [γενόμενος προέστη τῆς] |
| ἀρχῆς ἀξίως οὐ μόνον τῆς φυλῆς ἀλλὰ καὶ τοῦ σύμπα[ντος δήμου· ἐπεμελήθη δὲ] | |
| τῶν τειχῶν καὶ τῶν ἱερῶν, καὶ τῶν ἄλλων δὲ ὁμοίως [— φιλόπατ]- | |
| ριν, ἐκτενῆ καὶ φιλότιμον ἑαυτὸν παρασκευάσας διὰ [το]ῦ [— ἐ]- | |
| γενήθη εἰς τὸ λυσιτελῶς καὶ ἀξιολόγως τὰ ἔργα ἐκτετελ[έσθαι· — τῶν δὲ] | |
| 10 | πόρων τῶν εἰς ταῦτα ὑποκειμένων ἀφυστερούντων πρὸς [— οὐ μόνον] |
| προἵετο τὸ ἀργύριον ἐκ τοῦ ἰδίου πρὸς τὸ μὴ καθυστερεῖν, ἀλλα [καὶ —] | |
| [τ]ὰ τῶν ἔργων ὑπεριδὼν διάφορα καὶ πλε̣ί[ονα·] ὅπως οὖν καὶ Ὀτω[ρκονδεῖς φαίνωται τοῖς ἀξίοις] | |
| τῶν ἀνδρῶν χάριν καὶ [τιμὴν] ἀπονέμοντες· ἀγαθῆι τύχῃ· δεδ[όχθαι τῆι φυλῆι· ἐπηινῆσθαι Ἀν]- | |
| τίοχον ἐπὶ τούτοις καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀ[ρετῆς καὶ φιλοδοξίας ἕνεκα] | |
| 15 | τῆς εἴς τε τὴν φυ[λὴν] καὶ τὸν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα εἰς στήλην λιθίνην καὶ] |
| [στῆσ]αι ἐν τῶι ἱ[ερῶι τοῦ Δ]ιὸς Ὀτωρκονδ[έω]ν· πόρον δὲ ὑ[π]άρχ[ειν εἰς τὴν] | |
| [ἀναγ]ραφὴν τ[οῦ ψηφίσμ]ατο[ς ἐκ τῶν κοινῶν προσόδων] |