Honorary decree of phyle of Otorkondeis for [An]tiochos
[Thargeliou]; II2/I; found at Mylasa: CIG 2693c; LW 403;
*IMylasa 106.
[ ]
IMyl 106
1 | ἐπὶ στεφανηφόρου Ἀ[ρισ]τέου τοῦ Ἰάσονος [τοῦ] Μ̣ενά̣[νδρου, μηνὸς Ξανδικοῦ ἕκτηι? ἐπὶ δέ]- |
κα, ἐν ἀρχαιρεσίαις· ἔδοξεν τῆι Ὀτωρκονδέων [φυλῆι· ἐπειδὴ Ἀντίοχος Θαργηλίου] | |
τοῦ Λέοντος ἔν τε τοῖς πρότερον χρόνοις ἐν ἀρχείοι[ς γενόμενος πλείοσιν ἦρξεν τὰς] | |
ἀρχὰς ἀξίως τῆς φυλῆς, καὶ ἐν τῶι καθ’ ἕτος δ’ ἐνια[υτῶι ἀξιωθεὶς ὑπὸ τῆς φυλῆς] | |
5 | ὑπομεῖναι ἐπιστάτης τῶν ἱερῶν καὶ δημοσίων ἔργων [γενόμενος προέστη τῆς] |
ἀρχῆς ἀξίως οὐ μόνον τῆς φυλῆς ἀλλὰ καὶ τοῦ σύμπα[ντος δήμου· ἐπεμελήθη δὲ] | |
τῶν τειχῶν καὶ τῶν ἱερῶν, καὶ τῶν ἄλλων δὲ ὁμοίως [— φιλόπατ]- | |
ριν, ἐκτενῆ καὶ φιλότιμον ἑαυτὸν παρασκευάσας διὰ [το]ῦ [— ἐ]- | |
γενήθη εἰς τὸ λυσιτελῶς καὶ ἀξιολόγως τὰ ἔργα ἐκτετελ[έσθαι· — τῶν δὲ] | |
10 | πόρων τῶν εἰς ταῦτα ὑποκειμένων ἀφυστερούντων πρὸς [— οὐ μόνον] |
προἵετο τὸ ἀργύριον ἐκ τοῦ ἰδίου πρὸς τὸ μὴ καθυστερεῖν, ἀλλα [καὶ —] | |
[τ]ὰ τῶν ἔργων ὑπεριδὼν διάφορα καὶ πλε̣ί[ονα·] ὅπως οὖν καὶ Ὀτω[ρκονδεῖς φαίνωται τοῖς ἀξίοις] | |
τῶν ἀνδρῶν χάριν καὶ [τιμὴν] ἀπονέμοντες· ἀγαθῆι τύχῃ· δεδ[όχθαι τῆι φυλῆι· ἐπηινῆσθαι Ἀν]- | |
τίοχον ἐπὶ τούτοις καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀ[ρετῆς καὶ φιλοδοξίας ἕνεκα] | |
15 | τῆς εἴς τε τὴν φυ[λὴν] καὶ τὸν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα εἰς στήλην λιθίνην καὶ] |
[στῆσ]αι ἐν τῶι ἱ[ερῶι τοῦ Δ]ιὸς Ὀτωρκονδ[έω]ν· πόρον δὲ ὑ[π]άρχ[ειν εἰς τὴν] | |
[ἀναγ]ραφὴν τ[οῦ ψηφίσμ]ατο[ς ἐκ τῶν κοινῶν προσόδων] |