Honorary inscription by boule, demos, and gerousia (of
Magnesia Mai.) for Moschion Moschionos; 2; found at Magnesia
Mai.: Kondoleon, Anekd. Mikras. Epigr. 46, no. 90; Cousin &
Deschamps, BCH 18, 1894, 12-13, no. 12; *IMagnesia 164; OGIS 485.
[ ]
IMagn 164
1 | ἡ βουλὴ καὶ ὁ δῆμος καὶ ἡ γερουσία ἐτείμησαν |
Μοσχίωνα Μοσχίωνος ἄνδρα φιλότειμον καὶ ἐνάρε- | |
τον καὶ ἀπὸ προγόνων εὐσχήμονα καὶ ἤθει καὶ ἀγωγῇ κόσ- | |
μιον καὶ ἀρχιερατεύσαντα καὶ γραμματεύσαντα τῆς | |
5 | πόλεως καὶ γυμνασιαρχήσαντα τετράμηνον τῆς |
πόλεως ἐκ τῶν ἰδίων, ὁμοίως δὲ καὶ δίμηνον γερουσίας | |
γυμνασιαρχήσαντα, ἔτι δὲ καὶ στρατηγήσαντα καὶ παρα- | |
φυλάξαντα καὶ ἀγορανομήσαντα τετράμηνον καὶ νεοποι- | |
ήσαντα καὶ σειτώνην γενόμενον καὶ ζημι<ω>θέντα δηνάρια | |
10 | πεντακισχείλια, οὐδὲν δὲ ἔλασ[σ]ον καὶ πανηγυριαρχήσαντα |
καὶ ἀργυροταμίαν γενόμενον, γενόμενον δὲ καὶ ἐπὶ τῶν ἐπι[—] | |
πηγῶν διετίαν, κατασταθεὶς δὲ καὶ ἐπὶ τῆς χαράξεως τοῦ λεπτοῦ | |
χαλκοῦ, καὶ τὰς λοιπὰς δὲ φιλοτειμίας τελιάσαντα ἁγνῶς καὶ | |
ἀμέμπτως. |