Decree of demos (of Magnesia Mai.) accepting honors from Larbenoi; II2; found at Magnesia Mai.: *IMagnesia 101, ll. 63-90; **Holleaux, REA 3, 1901, 129-130 (l. 77); **Oguse, BCH 53, 1929, 141-142 (l. 65a).  
[ ] IMagn 101.63-90
63 πρὸς τὸ Λαρβηνῶν·
[ἔδ]οξεν τῶι δήμωι· Ἀρισταγόρας Ἀρισταγόρου τοῦ Ἰννίωνος εἶπε[ν·] ἐπε[ι]-
65 [δ]ὴ παρὰ Λαρβηνῶν ἥκει πρεσβευτὴς Μηνογένης Ζή[νωνο]ς [ἐπ]ὶ τὸν
65a (δῆμον τὸν ἡμέτερον, ψήφισμα κομίζων παρ’ αὐτῶν τὸ περιέχον)
66 [τ]ὰς γεγενημένας τιμὰς ὑπὸ τῆς ἑαυτοῦ πατρίδος τῶι τε δ[ή]μωι ἡ-
[μ]ῶ̣ν καὶ τοῖς ἐξαποσταλεῖσιν πρὸς αὐτοὺς δικασταῖς Φιλ[ο]κράτη[ι]
[Δι]ονυσίου, Σωκράτηι Ἀρκεσίλου, Ἀρισταγόραι Νεύμωνος κα[ὶ τ][ι] συν̣-
[ε]ξ̣απεσταλμένωι αὐτοῖς γραμματεῖ Μόσχωι Ζηνοδότου, ὃ[ς] καὶ ἐπελ-
70 [θ]ὼν ἐπὶ τὸν δῆμον παρεκάλει ἀποδέξασθαί τε τὰς τιμὰς καὶ προνοι-
[ῆ]σαι ὅπως ἀναγορεύωνται καὶ παρ’ ἡμεῖν ἐμ πᾶσι τοῖς τιθεμένοις ὑπὸ τοῦ
[δ]ήμου ἀγῶσιν, ἀναγραφῇ δὲ καὶ τὸ ψήφισμα εἰς στήλην λευκοῦ λίθου καὶ
ἀ̣νατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, δεδόχθαι τῶι δή-
μ̣ωι· ἀποκριθῆναι Λαρβηνοῖς φίλοις οὖσιν καὶ εὔνοις, διότι ὁ δῆμος ἀ-
75 π̣οδέχεται τὰς τιμὰς τὰς γεγενημένας ἑαυτῶι τε καὶ τοῖς ἐξαποστα-
[λ]εῖσιν πρὸς αὐτοὺς ἀνδράσιν, προνοιήσει δὲ καὶ περὶ τοῦ τὴν ἀνα-
[γ]όρευσιν γίνεσθαι ἐμ πᾶσιν τοῖς τιθεμένοις ὑπὸ τῆς πόλεως ἀγῶ̣-
[σ]ιν, φ[ρο]ντιεῖ δὲ καὶ ὑπὲρ τοῦ ἀναγραφῆναι τὸ ψήφισμα εἰς στήλην
[κ]αὶ ἀνατεθῆναι ἐν τῆι ἀγορᾶι, καθότι αὐτοί τε γεγράπφασιν καὶ ὁ πρε-
80 [σ]βευτὴς αὐτῶν παρεκάλει, ὃν καὶ ἐπῃνῆσθαι ἐπὶ τῶι πεποιῆσθαι
[τ]οὺς λόγους μετὰ πάσης σπο<υ>δῆς, ἀποσταλῆναι δὲ αὐτῶι καὶ ξένι-
ο̣ν̣ ὑπὸ τῶν οἰκονόμων τὸ κατὰ τὸ ψήφισμα, κληθῆναι δὲ αὐτὸν καὶ
[ὑ]πὸ τοῦ στεφανηφόρου εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν τῆς πό-
λ̣εως ὑποδοχήν· ἵνα δὲ καὶ ἡ ἀναγόρευσις γίνηται τῶν τιμῶν, τὴν ἐ-
85 [π]ιμέλειαν ποιείσθωσαν οἱ ἀγωνοθέται, αἱρεθῆναι δὲ καὶ ἄνδρα ὃς ἐ-
[γ]δώσει κατασκευάσαι στήλην, εἰς ἣν ἀναγραφήσεται τοῦτό τε τὸ ψή-
φ̣ισμα καὶ τὸ παρὰ Λαρβηνῶν ἀπεσταλμένον, προνοιήσει δὲ καὶ τοῦ
ἀ̣νατεθῆναι τὴν στήλην ἐν τῆι ἀγορᾶι, τὴν δὲ ἐσομένην δαπάνην
χ̣ορηγησάτωσαν οἱ οἰκονόμοι, κομισάσθωσαν δὲ ἐκ τῶν προσψη-
90 φισθησομένων πόρων.
Search Help