Decree of demos (of Magnesia Mai.) accepting honors from
Larbenoi; II2; found at Magnesia Mai.: *IMagnesia 101, ll. 63-90;
**Holleaux, REA 3, 1901, 129-130 (l. 77); **Oguse, BCH 53, 1929,
141-142 (l. 65a).
[ ]
IMagn 101.63-90
63 | πρὸς τὸ Λαρβηνῶν· |
[ἔδ]οξεν τῶι δήμωι· Ἀρισταγόρας Ἀρισταγόρου τοῦ Ἰννίωνος εἶπε[ν·] ἐπε[ι]- | |
65 | [δ]ὴ παρὰ Λαρβηνῶν ἥκει πρεσβευτὴς Μηνογένης Ζή[νωνο]ς [ἐπ]ὶ τὸν |
65a | (δῆμον τὸν ἡμέτερον, ψήφισμα κομίζων παρ’ αὐτῶν τὸ περιέχον) |
66 | [τ]ὰς γεγενημένας τιμὰς ὑπὸ τῆς ἑαυτοῦ πατρίδος τῶι τε δ[ή]μωι ἡ- |
[μ]ῶ̣ν καὶ τοῖς ἐξαποσταλεῖσιν πρὸς αὐτοὺς δικασταῖς Φιλ[ο]κράτη[ι] | |
[Δι]ονυσίου, Σωκράτηι Ἀρκεσίλου, Ἀρισταγόραι Νεύμωνος κα[ὶ τ]ῶ[ι] συν̣- | |
[ε]ξ̣απεσταλμένωι αὐτοῖς γραμματεῖ Μόσχωι Ζηνοδότου, ὃ[ς] καὶ ἐπελ- | |
70 | [θ]ὼν ἐπὶ τὸν δῆμον παρεκάλει ἀποδέξασθαί τε τὰς τιμὰς καὶ προνοι- |
[ῆ]σαι ὅπως ἀναγορεύωνται καὶ παρ’ ἡμεῖν ἐμ πᾶσι τοῖς τιθεμένοις ὑπὸ τοῦ | |
[δ]ήμου ἀγῶσιν, ἀναγραφῇ δὲ καὶ τὸ ψήφισμα εἰς στήλην λευκοῦ λίθου καὶ | |
ἀ̣νατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, δεδόχθαι τῶι δή- | |
μ̣ωι· ἀποκριθῆναι Λαρβηνοῖς φίλοις οὖσιν καὶ εὔνοις, διότι ὁ δῆμος ἀ- | |
75 | π̣οδέχεται τὰς τιμὰς τὰς γεγενημένας ἑαυτῶι τε καὶ τοῖς ἐξαποστα- |
[λ]εῖσιν πρὸς αὐτοὺς ἀνδράσιν, προνοιήσει δὲ καὶ περὶ τοῦ τὴν ἀνα- | |
[γ]όρευσιν γίνεσθαι ἐμ πᾶσιν τοῖς τιθεμένοις ὑπὸ τῆς πόλεως ἀγῶ̣- | |
[σ]ιν, φ[ρο]ντιεῖ δὲ καὶ ὑπὲρ τοῦ ἀναγραφῆναι τὸ ψήφισμα εἰς στήλην | |
[κ]αὶ ἀνατεθῆναι ἐν τῆι ἀγορᾶι, καθότι αὐτοί τε γεγράπφασιν καὶ ὁ πρε- | |
80 | [σ]βευτὴς αὐτῶν παρεκάλει, ὃν καὶ ἐπῃνῆσθαι ἐπὶ τῶι πεποιῆσθαι |
[τ]οὺς λόγους μετὰ πάσης σπο<υ>δῆς, ἀποσταλῆναι δὲ αὐτῶι καὶ ξένι- | |
ο̣ν̣ ὑπὸ τῶν οἰκονόμων τὸ κατὰ τὸ ψήφισμα, κληθῆναι δὲ αὐτὸν καὶ | |
[ὑ]πὸ τοῦ στεφανηφόρου εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν τῆς πό- | |
λ̣εως ὑποδοχήν· ἵνα δὲ καὶ ἡ ἀναγόρευσις γίνηται τῶν τιμῶν, τὴν ἐ- | |
85 | [π]ιμέλειαν ποιείσθωσαν οἱ ἀγωνοθέται, αἱρεθῆναι δὲ καὶ ἄνδρα ὃς ἐ- |
[γ]δώσει κατασκευάσαι στήλην, εἰς ἣν ἀναγραφήσεται τοῦτό τε τὸ ψή- | |
φ̣ισμα καὶ τὸ παρὰ Λαρβηνῶν ἀπεσταλμένον, προνοιήσει δὲ καὶ τοῦ | |
ἀ̣νατεθῆναι τὴν στήλην ἐν τῆι ἀγορᾶι, τὴν δὲ ἐσομένην δαπάνην | |
χ̣ορηγησάτωσαν οἱ οἰκονόμοι, κομισάσθωσαν δὲ ἐκ τῶν προσψη- | |
90 | φισθησομένων πόρων. |