Honorary decree of boule and demos of Magnesia (Mai.) for Maussolos Plou of Gerdina, giving him proxeny; III1; found at Magnesia Mai.: *IMagnesia 4 (PH, part).  
[ ] IMagn 4
1 Μαυσσώλωι Πλοῦ ἐκ Γερδίνων.
θεοί.
ἐπὶ Ἀντιδάμαντος πρυτανεύ-
οντος μηνὸς Κουρηιῶνος δευτέ-
5 ρ[η]ι ἱσταμένου· Ἀπολλωνιὰς φυ-
λὴ προ[ή]δρευεν· προέδρων ἐπε-
στάτε[ι Σ]άτυρος
ἐγραμμάτευεν Ἀπολλόδωρος
Κάρνωπος· ἔδοξεν τῆι βουλῆι καὶ
10 τῶι δήμωι, ἐκκλησίας κυρίας γενο-
μένης ὑπὲρ ἑχξακοσίων, Θράσων
εἶπεν· ἐπειδὴ Μαύσσωλος
Πλοῦ ἐκ Γερδίνων εὔνους καὶ πρό-
θυμός ἐστιν περὶ τὸν δῆμον τὸμ
15 Μαγνήτων καὶ κοινῆι καὶ ἰδίαι
τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν
χρήσιμος ὢν διατελεῖ, δεδόσθαι
αὐτῶι προξενίαγ καὶ πολιτείαγ
καὶ ἔγκ̣τ̣η̣σ̣ι̣γ καὶ ἀτέλειαν πάν-
20 τωγ καθότι καὶ τοῖς ἄλλοις προξέ-
νοις καὶ εἰσαγωγὴγ καὶ ἐξαγωγὴγ
καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι
ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ προεδρίαν
ἐν τοῖς ἀγῶσιγ καὶ ἔφοδον ἐπὶ τὰς
25 ἀρχὰς [κ]αὶ τὸν δῆμον πρώτωι μετὰ
τὰ ἱερά, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ
εἰς φυλὴν [ἣ]ν ἂν αὐτὸς βούλητ[αι·]
ταῦτα δὲ εἶναι αὐτῶι καὶ ἐκγόνοις.
Search Help
Contact Us