Honorary decree of boule and demos (of Magnesia Mai.) for doctor Tiberius Claudius Tyrannus, libertus of Augustus (Claudius); AD 41/c. 100; found at Üzüm: Foucart, BCH 12, 1888, 328-330; Kondoleon, MDAI(A) 14, 1889, 317-319; *IMagnesia 113 + p. 296; Syll2 371; Syll3 807.  
[ ] IMagn 113 + p. 296
1 ἐπὶ στεφανηφόρου Τιβερίου Πανκρατίδου τοῦ
Διοφάντου —— μηνὸς —— Κουρεῶνος Σεβαστ[ῇ·]
ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ, γνώμη στρα-
τηγῶν καὶ τοῦ γραμματέως τοῦ δήμου κα[ὶ]
5 ἀρχιερέως τῶν πατρίων θεῶν καὶ τῶν Σε-
βαστῶν Παμμένους τοῦ Διοκλέους·
ἐπ<ε>ὶ Τιβέριος Κλαύδιος Σεβαστοῦ ἀπελεύ-
θερος Τύραννος, πολείτης ἡμέτερος, ἀνὴ[ρ]
δεδοκιμασμένος τοῖς θείοις κριτηρίοις
10 τῶν Σεβαστῶν ἐπί τε τῇ τέχνῃ τῆς ἰατρι-
κῆς καὶ τῇ κοσμιότητι τῶν ἠθῶν, παραγενόμενος
ἰς τὴν πατρίδα ἀνάλογον πεποίηται τὴν ἐπιδη-
μίαν τῇ περὶ ἑαυτὸν ἐν πᾶσι σεμνότητι, προσ-
ενεχθεὶς φ[ι]λανθρώπως πᾶσι τοῖς πολείταις
15 ὡς μηδένα ὑφ’ αὑτοῦ παρὰ τὴν ἀξίαν τοῦ καθ’ ἑ̣-
αυτὸν μεγέθους ἐπιβεβαρῆσθαι, ἐφ’ οἷς ἡ βουλὴ
καὶ ὁ δῆμος ἀποδεχόμενο[ι] τὸν ἄνδρα προσ-
ῆκον ἥγηνται τιμῆσαι αὐτόν· δεδόχθαι τῇ
βουλῇ καὶ τῷ δήμῳ τετιμῆσθαι Τιβέριον Κλαύ-
20 διον Σεβαστοῦ ἀπελεύθερον Τύραννον καὶ
εἶναι ἐν ἀποδοχῇ τῷ δήμῳ, δεδόσθαι τε αὐ-
τῷ ἀτέλειαν πάντων <δὲ> τῶν τελῶν ὧν κατεσ-
κεύακε ἐργαστηρίων ἐπὶ τῆς χώρας ἧς
κώμη Καδυίη.
Search Help
Contact Us