Honorary decree of demos (of Magnesia Mai.) for Apollophanes Apollophanou, authorizing setting up new statue of him in theater, in honor of his role in building theater, on base; IIb; found at Magnesia Mai.: Hiller, MDAI(A) 19, 1894, 10, no. 2; Michel 487; *IMagnesia 92.b; **Holleaux, REA 5, 1903, 219-220 (ll. 0, 2, 5); **Migeotte, L’emprunt public no. 91 (ll. 1, 6).  
[ ] IMagn 92b
0 [— ἐπειδὴ — Ἀπολλοφάνης Ἀπολλοφάνου τὸ θέατρον? κατεσκεύα]-
σεν μετὰ τοῦ σ[υ]ν̣αποδειχθέντος αὐτῶι ἐπὶ τῆς κατασκ[ευῆς Μαιανδρίου τοῦ]
Δημητρίου προεισενέγκας τὸ ἀργύριον ἄτοκον καθότι ἐπήγγε[ίλατο· μετὰ δὲ ταῦ]-
τα ἐγλιπόντος αὐτοῦ τὸμ βίον καὶ μετὰ τὴν ἐκείνου τελευτὴν μεταλλάξ[αν]-
τος καὶ Μαιανδρίου, συντελεῖ Δημήτριος ὁ υἱος ὁ Ἀπολλοφάνου, ἀδελφιδοῦ[ς δὲ]
5 Μαιανδρίου, βουλόμενος ἐπὶ τέλος ἀγαγεῖν τὴν ἐπαγγελίαν τοῦ πατρός̣, [ἃ ὑπέ]-
σχετο τῶι δήμωι, προεισφέρων τὸ ἀργύριον ἄτοκον κατὰ τὴν τοῦ πατρὸς [ἀναδο]-
χήν· ἵνα οὖν ἥ τε τοῦ δήμου μεγαλοψυχία καὶ εὐχαριστία πᾶσιν ἦι φανερ[ὰ τοῖς]
καλοῖς καὶ ἀγαθοῖς τῶν ανδρῶν καὶ φιλοδοξεῖν αἱρουμένοις καὶ Ἀπολλοφ[ά]-
νης ἀξίως τιμηθῆι τῶν εἰς τὸν δῆμον εὐεργεσιῶν, δεδόχθαι τῶι δήμωι·
10 ἐπῃνῆσθαι μὲν Ἀπολλοφάνην Ἀπολλοφάνου ἐπὶ τῆι προαιρέσει ἣν ἔσχεν
εἰς τὴμ πατρίδα, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῶι ἐπιφανεστάτωι
τόπωι τοῦ θεάτρου καὶ εἰσκηρύσσεσθαι αὐτὸν ἐν τοῖς ἀγῶσιν καθότι καὶ οἱ
ἄλλοι εὐεργέται· τὸ δὲ ἀνάλωμα τὸ ἐσόμενον εἰς τὴν εἰκόνα ὑπηρετῆσα̣ι Δημή-
τριον ἐκ τῶν πόρων τῶν ἀποτεταγμένων εἰς τὴν κατασκευὴν τοῦ θεάτρου
15 τῶμ προσεψηφισμένων· τοὺς δὲ ἄρχοντας ποιῆσαι ψηφοφορίαν κατὰ τὸν νόμο[ν]
[κ]αὶ πάντων συντελεσθέντων ὧν ὁ νόμος ἀγορεύει οὕτω κύρια εἶνα[ι τὰ] ἐψηφισμέ-
να· τὸ] δὲ ψήφισμα τόδε ἀναγραφῆναι εἰς τὴμ βάσιν τῆς εἰκόνος τῆς Ἀ[πο]λλοφάνου,
λελύσθαι δὲ καὶ εἴ τι ψήφισμά ἐστιν ἐναντίον τῶιδε τῶι ψηφίσματι κα[τ’ αὐ]τὸ τοῦτο κ̣α̣-
θ’ ὅ ἐστιν ἐναντίον.  ψῆφοι ἐπηνέχθησαν δισχίλιαι ἑκατὸν δεκατρεῖς.
Search Help
Contact Us