Decree of demos of Tralles accepting invitation of Magnesia
(Mai.) to Leukophryena and giving honors to [Magnesia (Mai.)] and
theoroi from Magnesia (Mai.); IIm?; found at Magnesia Mai.:
**IMagnesia 85 (l. 17); Holleaux, REA 5, 1903, 218; DeDecker, RPh
29, 1905, 164-166; SEG 4, 507; *ITralles 21.
[ ]
ITral 21
| 1 | πα[ρὰ Τ]ραλλιανῶν· |
| [ἔδοξε τῶι δήμωι· στρατηγῶν γν]ώμη Διοκλείους, Ποσιδέου, Ἀριστέου, Οὐλιάδου, Π̣[—] | |
| [— Χα]ρίνου [γ]ραμμ[α]τέω[ς] δή[μ]ου· ἐπειδὴ Μάγ̣νητε[ς] φίλοι καὶ ἀστυ[γείτονες ὑπάρχοντες] | |
| [τῆς πόλεως π]ολλὰς ἀποδεί̣ξεις ἐμ πᾶσι τοῖς καιροῖς σπουδῆς καὶ ἐκτενεία[ς πεποίηνται] | |
| 5 | [καὶ ἀκολουθοῦντες τῆ]ι τοῦ Πυθίου Ἀπόλλωνος μαντείαι κατὰ πενταετηρίδα τῇ ἀρχηγέτ[ιδι αὐτῶν Ἀρτέμιδι] |
| [Λευκοφρυη]νῆι θυσίαν τε καὶ πανήγυριν καὶ ἀγῶνα στεφ̣ανίτην ἰσοπύθιον γυμν[ικὸν ἱππικὸν μουσικὸν] | |
| [πε]ποι[ήκ]ασιν καὶ πρὸς ἡμᾶς ψήφισμά τε καὶ πρεσβευτὴν Νικόδημ[ο]ν Μανδροκλ[είους πέμψαντες καὶ Νικό]- | |
| [δη]μόν [τ]ε Μανδροκλείους νεώτερον καὶ Ἰσαγόραν Διαγόρου τοῦ Διαγόρου τοὺς παραγ[ενομένους θεωροὺς παρακαλοῦ]- | |
| [σι σ]υναύξειν τὰς ἐψηφισμένας τῆι θεᾶι τι[μὰς] ἀκολούθως τῶι τοῦ θεοῦ χρησμῶι, καὶ ὁ [πρεσβευτὴς καὶ οἱ θεωροὶ ἐ]- | |
| 10 | [πελ]θόντες ἐπὶ τὸν δῆμον διελέγησαν ἀ̣ξίως τῆς τε Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς καὶ [τοῦ αὐτῶν καὶ τοῦ ἡ]- |
| [μ]ετέρου δήμου πᾶσαν σπουδὴν καὶ φιλοτιμίαν εἰσενεγκάμενοι καὶ τὴν ἀναστροφὴν ποι[ησάμενοι μετὰ πάσης εὐ]- | |
| [κο]σμίας· ὅπ[ω]ς οὖν κα̣ὶ ἡ τοῦ [δή]μου πρός τε τ[ὴ]ν θεὰν ὁσιότης τε καὶ σπουδὴ ἔγδηλ[ος γένηται καὶ ἡ πρὸς] | |
| [Μ]άγνητας ὑπάρχουσα ἐκ παλ[αι]ῶν χρόνων εὔνοιά τε καὶ φιλία πολλαπλασιόνως ἐ[παύξηται ἀκολού]- | |
| θως τῆι ἀμφοτέρων τῶν πόλε[ων φιλοτι]μίαι τύχηι ἀγαθῆι δεδόχθαι· ἐπῃνῆσθαί τε τὸ[ν Μαγνήτων δῆμον] | |
| 15 | [ἐ]πὶ τῆι καλοκαγοθίαι καὶ τῆι [πρὸς] τ̣ὴν Ἄρτεμιν τὴν Λευκοφρυηνὴν καὶ τοὺς ἄλλο[υς θεοὺς εὐσεβείαι] |
| τε καὶ σπουδῆι καὶ τῆι πρὸς τὴν ἡμετέραν καὶ τοὺς Ἕλληνας εὐνοίαι καὶ [φιλοτιμίαι, δεδέχθαι τε τὴν] | |
| θυσίαν καὶ τὴν πανήγυριν καὶ τοὺς ἀγῶνας ἰσοπυθίους καθότι ἐπηγγέλκασιν [οἱ θεωροὶ καὶ] | |
| τὴν ἀσυλίαν καὶ τὴν καθιέρωσιν τῆς πόλεως καὶ τῆς χώ[ρ]ας αὐτῶν κατὰ τὴν [τοῦ θεοῦ μαντείαν,] | |
| [ὑπ]άρχειν δὲ τοῖς νικῶσιν τῶν πολιτῶν ἆθλά τε καὶ σιτηρέσια καὶ τἆλλα τίμια ὅ[σα καὶ τοῖς νικήσασι] | |
| 20 | τοὺς ἰσοπυθίους ἀγῶνας ὑπάρχει, ἐπῃνῆσθαι δὲ καὶ Νικόδημον καὶ Ἰσαγόρα[ν καὶ Νικόδημον τοὺς ἥκοντας] |
| πα[ρ’] αὐτῶν ἄνδρας ἐπί τε τῆι καλοκαγαθ[ί]αι καὶ τῆι πρὸς τὴν πατρίδα σπουδῆι κα[ὶ δοθῆναι] | |
| ὑπὸ τῶν ταμιῶν εἰς ἀπαρχὴν τῆι θεᾶι δραχμὰς ἑκατόν, πεμφθῆναι δὲ τοῖς θεωροῖς κα[ὶ ξένια] | |
| [κληθ]ῆναι δὲ αὐτοὺς καὶ ἐπὶ τὴν κοινὴν ἑστίαν τοῦ δήμου, κατ̣ασκευασθῆναι δὲ καὶ φ[ιάλην ἀπὸ δραχμῶν] | |
| [․․․․․c.15․․․․․․]α̣κοσίων ἣγ καὶ ἀναθέτωσαν οἱ ἀποσταλησόμενοι ὑπὸ τ[ῆ]ς πόλεως θεωροὶ [εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος] | |
| 25 | [τῆς Λευκοφρυηνῆ]ς ἐπιγράψαντες ὅτι ὁ δῆμος ὁ Τραλλιανῶν Ἀρτέμιδι Λευκοφρυ[ηνῆι ἀνέθηκεν] |
| [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․ ἡ εἰ[ς τὴν θεὰν εὐσέ[βε]ια καὶ ἡ πρὸς Μάγνητας εὔ[νοια —] | |
| [— δοῦναι τοῖς] θεωρ[οῖ]ς ἀπαρχὴν δραχμὰ[ς —] |