Decree of boule of Athens accepting invitation of Magnesia Mai. to Leukophryena and honoring theoroi from Magnesia Mai.; IIIe/IIb; found at Magnesia Mai.: *IMagnesia 37.  
[ ] IMagn 37
See also:
1 [— ἄρ]χοντος ἐ̣π̣ὶ τῆ[ς Ἱππ]οθωντίδος πέμ-
[πτης πρυτανεία]ς· Ἀρχικλῆ Χ]αριδήμου Ἐρχιεὺς ἐγραμ-
[μάτευε· βου]λῆς ψήφισμα̣· Πυανοψιῶνος ἕκτει ἱσταμένου·
[ἑβ]δόμε[ι] τ̣ῆς πρυτανείας· βουλεῖ ἐμ βουλευτηρίωι· τῶμ προ-
5 έδρων ἐπεψήφιζεν Εὔβιος Νικάνορος Φαληρεὺς καὶ συμπρό-
εδροι· Ἀγαθοκλῆς Διοφάνου Δεκελεεὺς εἶπεν· ἐπειδὴ Μάγνη-
τες οἱ ἐπὶ Μαιάνδρωι οἰκεῖοι καὶ φίλοι τοῦ δήμου τοῦ Ἀθηναί-
ων ὄντες ψηφισάμενοι θυσίαν καὶ ἀγῶνα στεφανίτην ἰσο-
πύθιον μουσικὸν καὶ ἱππικὸν καὶ γυμνικὸν συντελεῖν
10 τεῖ ἀρχηγέτιδι τῆς πόλεως αὐτῶν Ἀρτέμιδι Λευκοφρυηνῆι
ἀφεστάλκασιν θεωροὺς Ἀπολλοφάνην Αἰσχύλου, Εὔβουλον
Ἀναξαγόρου, Λυκομήδην Χαρισίου οἳ προσελθόντες πρὸς
τὴν βουλὴν καὶ τὸν δῆμον ἀνενεώσαντο τήν τε προϋπάρχου-
σαν ταῖς πόλεσιν οἰκειότητα καὶ φιλίαν καὶ ἀπολογισά-
15 μενοι τὴν τῆς θεᾶς ἐπιφάνειαν παρεκάλεσαν μετὰ
πάσης σπουδῆς καὶ φιλοτιμίας ἀποδέξασθαι τὸν ἀγῶ-
να στεφανίτην ἰσοπύθιον, ὃν τιθέασιν τεῖ Ἀρτέμιδι τεῖ
Λευκοφρυηνεῖ, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱε-
ρὰν καὶ ἄσυλον ἀποδεῖξαι, καθότι αὐτοῖς καὶ ὁ θεὸς ὁ ἐν Δελ-
20 φοῖς ἔχρησεν· ἵνα οὖν καὶ ὁ δῆμος φανερὸς ἦι ἐμ παντὶ και-
ρῶι τιμῶν τὸ θεῖον καὶ τὴν οἰκειότητα καὶ τὴμ φιλί-
αν τηρῶν τὴμ πρὸς Μάγνητας, ἀγαθεῖ τύχει δεδόχθαι
τεῖ βουλεῖ, τοὺς προέδρους οἳ ἂν λάχωσιν εἰς τὴν ἐπιοῦ-
σαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ
25 ξυμβαλέσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τ[ε]ῖ βουλεῖ
δέχεσθαι τὸν δῆμον καὶ νῦν καὶ εἰς τὸμ μετὰ ταῦτα χρό-
νον τάς τε σπονδὰς καὶ τὰς θυσίας καὶ τὸν ἀγῶνα ὃν τιθέ-
ασιμ Μάγνητες τεῖ Ἀρτέμιδι τεῖ Λευκοφρυηνεῖ στεφανί-
την ἰσοπύθιον, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱερὰν
30 καὶ ἄσυλον εἶναι κατὰ τὰς τοῦ θεοῦ μαντείας, ἐπαινέ-
σαι δὲ καὶ τὸν δῆμον τὸμ Μαγνήτων καὶ στεφανῶσαι
θαλλοῦ στεφάνωι εὐσεβείας ἕνεκεν, ἐπαινέσαι δὲ καὶ
τοὺς παραγεγονότας θεωροὺς Ἀπολλοφάνην Εὔβου-
λον Λυκομήδην καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλ-
35 λοῦ στεφάνωι εὐσεβείας ἕνεκεν τῆς εἰς τὴν θεὰν καὶ
τῆς εἰς τὴν πατρίδα φιλοτιμίας, καλέσαι δὲ αὐτοὺς καὶ
ἐπὶ ξένια εἰς τὸ πρυτανεῖον εἰς αὔριον, ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα τὸγ γραμματέα τὸγ κατὰ πρυτανείαν ἐν
στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι ἱερῶι, τὸ δὲ γινό̣με-
40 νον ἀνήλωμα εἰς τὴμ ποίησιν τῆς στήλης καὶ τὴν ἀνάθε-
σιν μερίσαι τὸν ταμίαν καὶ τοὺς ἐπὶ τεῖ διοικήσει.
Search Help
Contact Us