Funerary inscription in elegiacs for Athis by husband
Theios, on slab of white marble; c. I; found at Knidos: Newton,
Discoveries II pp. 768-769 no. 54; Kaibel 204; *GIBM 829.b.
[ ]
GIBM 829b
1 | λάϊνά σοι τύμβων̣ δωμήματα Θεῖος ἔτευξα, |
Ἀτθίς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων | |
εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον | |
ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον! | |
5 | Ἀτθίς, ἐμοὶ ζήσασα καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα |
ὡς πάρος εὐφροσύνης νῦν δακρύων πρόφασι | |
ἁγνά, πουλυγόητε, τί πένθιμον ὕπνον ἰαύεις | |
ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα. | |
θεῖον ἐρημώσασα τὸν οὐκέτι; σοὶ γὰρ ἐς Ἅδαν | |
10 | ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας. |
οὐκ ἔπιον λήθης Ἀϊδωνίδος ἔσχατον ὕδωρ | |
ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω· | |
Θεῖε, πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάν- | |
των v νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων. | |
15 | τοῦτο σαοφροσύνας γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ |
οὐκ ἴσον οὐδὲ ἀρετᾶς ἄξιον, ἀλλ’ ἐθέμαν, | |
μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκᾳ | |
Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος. | |
οἴσω γὰρ καὶ τοῦτο χάριν σέο καὶ τὸν ἀπηνῆ | |
20 | ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον. |