Funerary inscription in elegiacs for Athis by husband
Theios, on slab of white marble; c. I; found at Knidos: Newton,
Discoveries II pp. 768-769 no. 54; Kaibel 204; *GIBM 829.b.
[ ]
GIBM 829b
| 1 | λάϊνά σοι τύμβων̣ δωμήματα Θεῖος ἔτευξα, |
| Ἀτθίς, ὁ δὶς τῆς σῆς ἡλικίης προγέρων | |
| εὐξάμενος χειρῶν ἀπὸ σῶν κόνιν· ἄκριτε δαῖμον | |
| ἀμφοτέροις ἡμῖν ἔσβεσας ἠέλιον! | |
| 5 | Ἀτθίς, ἐμοὶ ζήσασα καὶ εἰς ἐμὲ πνεῦμα λιποῦσα |
| ὡς πάρος εὐφροσύνης νῦν δακρύων πρόφασι | |
| ἁγνά, πουλυγόητε, τί πένθιμον ὕπνον ἰαύεις | |
| ἀνδρὸς ἀπὸ στέρνων οὔποτε θεῖσα κάρα. | |
| θεῖον ἐρημώσασα τὸν οὐκέτι; σοὶ γὰρ ἐς Ἅδαν | |
| 10 | ἦλθον ὁμοῦ ζωᾶς ἐλπίδες ἁμετέρας. |
| οὐκ ἔπιον λήθης Ἀϊδωνίδος ἔσχατον ὕδωρ | |
| ὥς σε παρηγορίην κἀν φθιμένοισιν ἔχω· | |
| Θεῖε, πλέον δύστηνε, γάμων ὅτι τῶν ἀμιάν- | |
| των v νοσφισθεὶς κλαίεις χηροσύνην θαλάμων. | |
| 15 | τοῦτο σαοφροσύνας γέρας Ἀτθίδι τᾷ πολυκλαύτῳ |
| οὐκ ἴσον οὐδὲ ἀρετᾶς ἄξιον, ἀλλ’ ἐθέμαν, | |
| μνάμαν εἰς αἰῶνα φερώνυμον αὐτὸς ἀνάγκᾳ | |
| Θεῖος νηπιάχῳ πνεῦμα χαριζόμενος. | |
| οἴσω γὰρ καὶ τοῦτο χάριν σέο καὶ τὸν ἀπηνῆ | |
| 20 | ὄμμασι τοῖς στυγνοῖς ὄψομαι ἠέλιον. |