End of honorary decree for Artemidoros, on block of blue
marble; I2/11; found at Knidos: Hamilton, Researches II
459-460 no. 294; Newton, Discoveries II pp. 766-768 no. 52; LW
1572bis; SGDI 3502; *GIBM 787.
1 | [․c.6․․] θα[λλο]ῦ̣ στεφάνωι καὶ ἄλλοις |
[χρ]υ̣σέοις στεφάνοις τρισί, εἰκόσ[ι] | |
[χα]λκέ[αι]ς̣ τρισὶ καὶ μαρμαρίναις | |
[τρι]σὶ κα̣[ὶ χρ]υσέαις τρισί, ἀναγορεύσεσ[ι] | |
5 | [κα]ὶ στεφανηφορίαις καὶ προεδρίαις |
[ἐ]ν̣ πᾶσι τοῖς ἀγῶσι καὶ αὐτῶι καὶ | |
[ἐ]κγόνοις, σιτ[ή]σει ἐν δαμιοργίωι | |
[ἕω]ς κα ζώηι καὶ ἐπεί κα μεταλλάξηι | |
[τ]ὸν β̣ίον ταφᾶι δαμοσίαι καὶ ἐνταφᾶι | |
10 | [κα]τ̣ὰ πόλιν ἐν τῶι ἐπισαμοτάτωι |
[το]ῦ γυμνασίου τόπωι· ἑστάκει δὲ | |
[αὐ]τοῦ καὶ εἰκόνα χρυσέαν σύνναον | |
[τ]ᾶ̣ι Ἀρτάμιτι τᾶι Ἰακυνθοτρόφωι | |
[κ]αὶ Ἐπιφανεῖ, ἇς καὶ αὐτᾶς ἱερεὺς | |
15 | [ὑ]πάρχει διὰ βίου v καὶ βωμὸν |
ἱ̣δρυσά̣μενος καὶ θυσίας καὶ πομπὰν | |
καὶ γ̣[υ]μνικὸν ἀγῶνα πενταετηρικὸν | |
ψαφ[ι]ξάμενος Ἀρτεμιδώρεια | |
τετιμάκει αὐτὸν τιμαῖς ἰσοθέοις. |