0 | [ ] |
[χρυσ]<έ>ωι θαλλοῦ στεφάνωι καὶ ἄλλοις | |
[χρ]υσέοις στεφάνοις τρισί, εἰκόσι | |
[χα]λκέαις τρισὶ καὶ μαρμαρίναις | |
[τρι]σὶ καὶ χρυσέαις τρισί, ἀναγορεύσεσ[ι] | |
5 | [κα]ὶ στεφαναφορίαις καὶ προεδρίαις |
[ἐ]ν̣ πᾶσι τοῖς ἀγῶσι καὶ αὐτῶι καὶ | |
[ἐ]κγόνοις, σιτήσει ἐν δαμιοργίωι | |
[ἇ]ς κα ζώηι· καὶ ἐπεί κα μεταλλάξηι | |
τὸν β̣ίον, ταφᾶι δαμοσίαι καὶ ἐνταφᾶι | |
10 | κατὰ πόλιν ἐν τῶι ἐπισαμοτάτωι |
τοῦ γυμνασίου τόπωι· ἑστάκει δὲ | |
[αὐ]τοῦ καὶ εἰκόνα χρυσέαν σύνναον | |
[τ]ᾶ̣ι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι | |
[κ]αὶ Ἐπιφανεῖ, ἇς καὶ αὐτᾶς ἱερεὺς | |
15 | [ὑ]πάρχει διὰ βίου· καὶ βωμὸν |
ἱ̣δρυσά̣μενος καὶ θυσίας καὶ πομπὰν | |
καὶ γυμνικὸν ἀγῶνα πενταετηρικὸν | |
ψαφ[ι]ξάμενος Ἀρτεμιδώρεια | |
τετιμάκει αὐτὸν τιμαῖς ἰσοθέοις |
IK Knidos I
59