1 | ἀναγραφεὺς Ἀρχέδ[ι]κος Ναυκρίτου Λαμπτ[ρεύ]ς. |
ἐπὶ Νεαίχμου ἄρχοντος ἐπὶ τῆς Ἐρεχθη- | |
ΐδος δευτέρας πρυτανείας εἷ Θηρα[μ]έν- | |
ης Κηφισιεὺς ἐγρα[μμ]άτευε· Βοηδρ[ομ]ιῶ- | |
5 | νος ἑνδεκ[ά]τει, [μ]ιᾶι καὶ τ[ρ]ιακοστεῖ τῆ- |
ς πρυτ[α]νείας· τῶν προέ[δρ]ω[ν] ἐπεψήφ[ιζ]ε | |
Διόδοτος Ἰκαριεύ[ς]· ἔδ[οξ]εν [τ]ῶι δήμωι· Δ- | |
ημάδη[ς] Δημέου Παιανιεὺς εἶπεν· ὅπως ἂ- | |
ν ἡ ἀγορὰ ἡ ἐ[μ] Πειραε[ῖ] κ[α]τασ[κε]υασθ[εῖ] κ- | |
10 | αὶ ὁμαλισθεῖ ὡς κάλλιστα κ[α]ὶ τὰ ἐν τῶι |
ἀγορανο[μ]ίωι ἐπι[σ]κευασθεῖ ὅσων προσ- | |
δεῖται ἅπαν[τ]α, ἀγαθῆ[ι τ]ύχηι δεδό[χ]θαι | |
τῶι δήμωι τοὺς ἀγορανό[μ]ους τοὺς ἐμ Π[ε]- | |
ιραιεῖ ἐπι[μ]εληθῆν[α]ι ἁπάντων τούτων, τ- | |
15 | ὸ δὲ ἀνάλωμα εἶναι εἰς ταῦτα [ἐκ] τοῦ ἀργ- |
υρίου οὗ οἱ ἀγορανόμοι διαχειρίζουσ- | |
ιν· ἐπειδὴ δὲ καὶ ἡ τῶν ἀστυνόμων ἐπιμέ- | |
λεια προστέτακται τοῖς ἀγορ[α]νόμοις, | |
ἐπιμεληθῆναι τοὺς ἀγορανόμους τῶν ὁ- | |
20 | δῶν τῶν πλατειῶ[ν], ἧι ἡ πομπὴ πορεύεται |
τῶι Διὶ τῶι Σωτῆ[ρι κα]ὶ τῶι Διονύσωι, ὅπ- | |
ως ἂν ὁμαλισθῶσιν καὶ κατασ[κ]ευασθῶσ- | |
ιν ὡς βέλτιστα, τ[ὰ] δὲ ἀν[αλ]ώματα εἶν[α]ι ε- | |
ἰς ταῦτα ἐ[κ] το[ῦ] ἀργυρ[ίο]υ οὗ ο[ἱ ἀ]γορανό- | |
25 | μοι διαχειρίζουσιν. ἐπαναγκαζόντων |
δὲ καὶ τοὺς τὸν [χ]οῦν κατα[βε]βληκότας ε- | |
ἰς τὰς ὁδ[ο]ὺς ταύτας [ἀ]ναι[ρ]εῖν τ[ρ]όπωι ὅ- | |
τωι ἂν ἐπίστων[τα]ι. ἐπε[ιδὰ]ν δ’ ἐπισκευα- | |
σθεῖ το[ῦ] ἀγορανομ[ί]ο[υ ἃ ἐνδε]ῖται καὶ τ- | |
30 | ῆς ἀγο[ρ]ᾶς καὶ τῶν ὁδῶν [δι’ ὧν] ἡ πομπὴ τῶι |
τε Δι[ὶ] τῶι [Σ]ωτῆρι καὶ τῶι [Διον]ύσωι πέμ- | |
πεται, τὰ λο[ι]πὰ χρήμ[ατα κατ]α[βά]λλειν α- | |
ὐτοὺς πρὸς [το]ὺς [ἀθ]λοθ[έτας κατὰ τ]ὸν νό- | |
μον. ὅπως δ’ ἂν καὶ εἰς τὸ[ν] λο[ιπὸ]ν χρόνον | |
35 | ὡς βέλτισ[τα] ἦι [κα]τ[εσκευασμ]έ[ν]α τά τ’ ἐν |
τῆι ἀγο[ρ]ᾶι τῆι ἐμ Π[ε]ι[ραεῖ] καὶ τὰ [ἐ]ν ταῖ- | |
ς ὁδοῖς, μὴ ἐξεῖναι [μηδενὶ μήτε] χοῦν κα- | |
[ταβά]λλειν μήτε ἄλλ[ο μηδὲν μήτε] κοπρῶ- | |
[να ․․․․ ἐ]ν τῆι ἀγορᾶι [μήτ’ ἐν τα]ῖ[ς ὁ]δοῖς | |
40 | [μηδαμοῦ· ἐὰν δέ τις] τ[ο]ύτων τι π[ο]εῖ, ἐὰμ μ- |
[ὲν δοῦλος ἦι ἢ μέτοικος λ]αμ[βαν]έτω 𐅄 πλ- | |
[ηγὰς ․․․․․․․16․․․․․․․ ἐὰν] δ’ [ἐλε]ύθερ- | |
[ος ․․․․․․․․․20․․․․․․․․․]#⁷ΣΛΥΤΩΙΕ․ | |
— — — — — — — — — — — — — — — ΣΛΣΛ․․ | |
45 | — — — — — — — — — — — — — — — — #⁷Ν․․ |
IG II²
380