Honorary decree for (no name), who was a good citizen in
time of sympoliteia and later served as envoy to Rhodes and
[Herakl]eia; 167/133 BC; found at Keramos: Paton & Hicks, JHS
11, 1890, 113, no. 1; Michel 458; *IKeramos 6; **Crampa, Gnomon
60, 1988, 606-606 (ll. 2, 11, 23); SEG 36, 992.
[ ]
IKeramos 6
1 | [—]ια καλο[—] σω[—] |
[—]αν π[—] τ̣ῶ̣ι̣ πλ̣<ή>θει ἐκτενῆ καὶ πρόθυμον [εἰς φυλακ]ὴν ἑαυτὸν παρεῖχε[ν ἐν τοῖς ἀν]- | |
[αγκαιο]τάτοις καιροῖς οὔτε κίνδυνον οὔτε κακοπάθιαν ὑφορώμενος, περὶ πλείστου δὲ ποιούμ[εν]- | |
[ος τ]ὴν ἐπὶ τοῖς καλλίστοις δόξαν· ἔν τε τῷ τῆς συνπολιτείας χρόνῳ διετέλει πάντα κα[ὶ] | |
5 | [λέγ]ων καὶ πράσσων ὑπὲρ τῶν συμφερόντων, πάντι τῷ πλήθει τῆς ἰδίας εὐνοίας τὰς κρατί[σ]- |
[τα]ς ἀποδείξεις ποιούμενος ἰδίᾳ τε τοῖς ἐντυγχάνουσιν τῶν πολιτῶν ὑπὲρ ὧν προῃροῦν- | |
[το] προσεφέρετο φιλοστόργως· μετά τε ταῦτα ἐν δυσχερεῖ καταστάσει γενομένου τοῦ πο- | |
[λ]ιτεύματος οὐ καταπλαγεὶς τὴν τινῶν ἀνάτασιν πολὺ βεβαιοτέραν ἐπειρᾶτο τὴν πρὸς τὸ | |
πλῆθος αὔξειν εὔνοιαν γνησίως καὶ ἀληθινῶς ἅπαντα καὶ λέγων καὶ πράσσων· διὸ [καὶ] | |
10 | κατὰ τὸ κάλλιστον ἀντιλαμβανόμενον αὐτὸν συνέ[β]η τῆς αὐτῆς τυχεῖν τῷ δή[μῳ] |
[π]εριστάσεως, ὑπό τε τῶν πολιτῶν παρακληθεὶς γενναίως ὑποστῆναι [τὰ ἀπ]- | |
αντηθέντα, πάντα δεύτερα τὰ καθ’ ἑαυτὸν θέμενος τοῦ κοινῇ συνφέρο[ντος,] | |
οὐθενὸς ἀφίστατο τῶν πρὸς τιμὴν καὶ δόξαν διατεινόντων τοῖς πολίταις, [καὶ τοῦ] | |
δήμου κρίναντος ἀναγκαιοτάτην εἶναι ἑαυτῷ τὴν πρὸς Ῥοδίους συμμαχία[ν αἱρε]- | |
15 | θεὶς πρεσβευτὴς ἐπέδωκεν ἑαυτὸν προθύμως, καὶ προσεδρεύσας ἐπιμελ[ῶς ἐπὶ] |
χρόνον πλείονα παρεστήσατο μετὰ τῶν συνπρεσβευτῶν Ῥοδίους ποιήσ[ασθαι] | |
[τὴ]ν συμμαχίαν, δι’ ἧς συνβέβηκεν οὐ μόνον τοῖς πολίταις τὴν ἀσφάλειαν ὑπ[άρχειν] | |
[εἰς] τὸν ἀεὶ χρόνον, ἀλλὰ καὶ τοῖς κατοικοῦσιν τὴν πόλιν καὶ τὴν χώραν· πάλιν τ[ε πρὸς Ἡ]- | |
[ρακλ]εώτας ἀποσταλεὶς πρεσβευτὴς ἐποιήσατο τὴν δικαιολογίαν μετὰ [τῶν συνπρεσ]- | |
20 | [βευτῶ]ν ἐνδόξως εἰς τὸ μήτε κατὰ κοινὸν μήτε [κ]ατ’ ἰδίαν μηθέν[α αὐτῷ ἔχειν] |
[ἀντιστ]ῆναι, πολλὰς καὶ ψευδεῖς κατηγορίας πο[ιησαμένων τινῶν, ἀξίως δι]- | |
[αλεξάμεν]ος τῶν ἐξαποστειλάντων συν[έδρων? —] | |
[— ἀ]λλὰ καὶ πεπολιτευμένους ἐν α[—] | |
[— δ]ιὰ παντὸς ὑπάρχειν. [—] |