Honorary decree for [ ... ]s Drakontos; Hellenistic; found near Keramos: *IKeramos 9 (PH); SEG 35, 1090.  
[ ] IKeramos 9
1 [—]σ̣τ̣[—]
[— ἀνασταθῆναι δὲ αὐτοῦ — εἰκό]να ἀπὸ δραχ[μῶν]
[— καὶ ἀναγραφῆν]αι ἐπὶ τοῦ βήματ[ος]
[ὅτι ὁ δῆμος ἐτίμησεν —]ν Δράκοντος ἀρετῆς ἕν[ε]-
5 [κεν καὶ εὐνοίας τῆς εἰς ἑαυ]τ̣όν· ὑπάρχειν δὲ αὐτῷ καὶ προ̣-
[εδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν· ἀναγορεύεσθαι δὲ αὐτοῦ
[καὶ τὰς τιμὰς κ]αθ’ ἕκαστον ἐνιαυτὸν ὑπὸ τοῦ ἀγωνο-
[θέτου ἐν τῶι ἀ]γῶνι τῶι γυμνικῶι καλεῖσθαι δὲ αὐτὸν
[ἐπὶ τὴν κοινὴν ἑσ]τίαν τοῦ δήμου ὑπὸ τοῦ στεφανηφόρου
10 [κατ’ ἐνιαυτὸ]ν ἕκαστον ἐν τοῖς ταυροθυσίοις· στεφα-
[νοῦσθαι δὲ κ]αὶ ἐν τῶι πρώτωι ἀγῶνι τῶι Διονυσίων ὑπὸ
[τοῦ ἀγωνοθέτ]ου καὶ ἀναγορεύεσθαι τὰς τιμὰς κατ’ ἐν[ι]-
[αυτὸν ἕκαστο]ν· καὶ ἐπειδὰν μεταλλάξῃ τὸν βίον, ταφῆνα̣[ι]
[αὐτὸν δημοσία]ι· θύεσθαι δὲ αὐτῶι κατ’ ἐνιαυτὸν ἕκαστον
15 [ὑπὸ τῶν ἱερομ]νημόνων ἐν μηνὶ Ἡραίωι τῆι δωδεκάτηι τοῖς
[γενεθλίοις αὐ]τοῦ κριὸν ἐπὶ βωμοῦ τοῦ ἀποδειχθέν-
[τος καὶ κατ]ατίθεσθαι ὑπ’ αὐτῶν ἆθλα παισὶν καὶ ἐ-
[φήβοις· ἀναγ]ραφῆναι δὲ καὶ τὰς τιμὰς αὐτοῦ ἐν στή-
[ληι λιθίνηι καὶ] ἀνατεθῆναι ἐν τῶι ἐπιφανεστάτωι
20 [τόπωι· ἑλέσ]θαι δὲ καὶ ἄνδρας, οἵτινες τῆς τε τῶν τι-
[μῶν ἀναγρα]φῆς καὶ τῆς ἀναθέσεως τοῦ ἀνδριάν-
[τος ποιήσο]νται πρόνοιαν. [vacat οἵδε] ᾑρέθησαν·
[—] Ἀθηνοδώρου Μενέστρατος
[—ο]υ καθ’ ὑοθεσίαν δὲ Διομήδου
25 [—δ]ωρος Λέοντος, Ἄνδρων Θεαγένου
[ψῆφοι αἷς ἔδ]οξε δοῦναι τὰς τιμὰς ἐνακόσιαι
[—] μία αἷς δὲ μὴ
[ἑκατὸν τεσσ]αράκοντα? τέσαρες.
Search Help
Contact Us