Honorary decree of boule and de[mos] (of Keramos) for [ ...
]ophantos Dionysiou; AD 14/37; found at Keramos: *IKeramos 14
(PH).
[ ]
IKeramos 14
1 | [ἔδ]οξε τῆι βουλῇ καὶ τῶι δή- |
[μωι·] γνώμηι στρατηγῶν· ἐπεὶ | |
[․․․]όφαντος Διονυσίου ἀνὴρ | |
[ἀγα]θὸς καὶ πάσηι κεκοσμηιμέ- | |
5 | [νος ἀ]ρετῆι φιλόπατρις καὶ φιλόδο- |
[ξος ἐκ π]ρογόνων ἐνδόξων καὶ τε- | |
[τειμη]μένων ὑπὸ τοῦ δήμου ἀξι- | |
[όλογο]ν φρόνημα τῆς περὶ τὴν οἰκί- | |
[αν ἔχ]ων σεμνότητος ἐν παντὶ καὶ | |
10 | [τὴν ε]ἰς τὴν πατρίδα φιλοτειμίαν |
[ἀποδέ]δεικται, καὶ ἐν τῆι αὐθαιρέτωι | |
[μεγα]λομερεῖ γυμνασιαρχίᾳ, ἣν ἐ- | |
[τέλεσε]ν με[τὰ τ]οῦ παναρέτου ἀδελ- | |
[φοῦ αὐτ]οῦ Δ̣[ιον]υσίου, καὶ ἐν τῆι λαμ- | |
15 | [πρᾷ στε]φαν[ηφορί]ᾳ αὐτοῦ, καὶ ἐν τού- |
[τωι τὴ]ν εἰς τοὺς Θεοὺς Σεβαστοὺς | |
καὶ τὸν σύνπ̣α̣ν̣τ̣α οἶκον αὐτῶν καὶ | |
εὐσέβειαν καὶ εὐχαριστίαν αὐτοῦ ὁ | |
δῆμος [ἀ]ποδέδεκται, καὶ ἐν ἧι ἐτέ- | |
20 | λεσεν εἰ[ς Ῥ]ώμην αὐτεφοδίῳ πρεσ- |
βείᾳ πρὸς τὸν Σεβαστὸν Τιβέριον Καί- | |
σαρα, καὶ νῦν μετὰ τῆς πάσης χαρᾶς | |
καὶ προθυμίας, ἃ ἐπηνγείλατο τοῦ | |
τῆς στεφανηφορίας αὐτοῦ ἐνιαυ- | |
25 | τοῦ, δινά[ρια] ὀκτακόσια δίδωσιν κα- |
θὼς καὶ ἡ β[ο]υλὴ καὶ ὁ δῆμος προτ[ε]- | |
θύμηται ε[ἰ]ς τὰς τοῦ Σεβαστοῦ Τιβ[ε]- | |
ρίου Καίσαρος τειμὰς εἰς τὸ μέγιστο[ν] | |
καὶ ἐπιφανέστατον ἀνάθημα τῆς π[ό]- | |
30 | λεως, εἰς τὴν Σεβαστὴν κατασκευ[α]- |
ζομένην στοὰν διπλῆν ἐν τῆι ἄ[κ]- | |
ραι ὑπὸ τῶ[ν] ἐν ἀρχῆι στρατηγῶν τ[ῶν] | |
σὺν Ἰασικρ[ά]τηι Διονυσοδώρου· κ[υρω]- | |
θὲν δὲ τὸ [ψ]ήφισμα ἔδοξε ἀναγ[ρα]- | |
35 | φῆναι ἐν [στή]ληι λευκολίθωι ἐν [τῇ κα]- |
τασκευαζ[ο]μένῃ Σεβαστῆι σ[τοᾶι.] |