Honorary/funerary inscription for Theudas Bebaiou, by
boule and demos; no date; found near Güllük, presumably from
Iasos: Kontoleon, BCH 11, 1887, 213, no. 2; *IIasos 122.
[ ]
IIasos 122
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος Θευδᾶν Βεβα̣ί- |
| ου φύσει δὲ Μενάνδρου ἄνδρα κα- | |
| λὸν καὶ ἀγαθὸν γυμνασιαρχήσαντα | |
| τῶν νέων σὺν τῷ υἱῷ Θευδᾷ λαμ- | |
| 5 | πρῶς καὶ μεγαλοψύχως τούς τε |
| λιθίνους κανκέλλους τοῦ γυμνα- | |
| σίου ἐκ τῶν ἰδίων κατασκευάσαν- | |
| τα καὶ ἐπισκευάσαντα τὸν περὶ αὐ- | |
| τοὺς κόσμον, καὶ τὰς λοιπὰς δὲ | |
| 10 | ἀρχὰς πάσας τετελεκότα κατὰ |
| τὸ κάλλιστον, τειμῆς καὶ εὐνοίας | |
| χάριν· τὸ δὲ ἀνάλωμα ἰς τὸν ἀνδρι- | |
| άντα ἔδωκεν Θεοδότη Ἑκατόμνω | |
| φύσει δὲ Ἔρωτος ἡ γυνὴ αὐτοῦ διὰ | |
| 15 | τὴν εἰς τὸν ἄνδρα εὐσέβειαν καὶ |
| τὴν ἑαυτῆς παραμυθίαν. |