Fragment of honorary decree [of Euromos] for Pantainos of
Iasos; Hellenistic; found at Iasos: Levi & Pugliese Carratelli,
ASAA 23-24, 1961-1962, 576-578, no. 41 (PH); BE 1964:455; BE
1971:623; SEG 28, 843; BE 1979:452; *IIasos 151.
[ ]
IIasos 151
0 | [— οὐδὲν ἐλ]- |
λείπ[ων προθυμίας? —] | |
εἰς τὴ̣[ν πόλιν τὴν —] | |
χηι τη̣[—] | |
[Πα]ν̣ταιν[—] | |
5 | καὶ στε[φανῶσαι αὐτ]ὸν χρυσ̣[ῶι στ]εφάνω[ι] |
ἀρετῆς ἕνεκεν καὶ̣ ε̣[ὐνοίας — ἣν] ἔχει εἰς | |
τὸν δῆμον, δεδόσθαι δὲ α[ὐτῶι κ]α̣ὶ πο[λι]- | |
τείαν μετέχοντι πάντων ὧν καὶ οἱ ἄλ- | |
λοι πολῖται μετέχουσιν· ἵνα δὲ ἡ τοῦ δήμου | |
10 | προαίρεσις εἰς τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν |
ἐπιφανὴς ἦι, τὸ μὲν ψήφισμα τόδε ἀναγρά- | |
ψαι τοὺς νεωποίας ἐν τῶι ἱερῶι τοῦ Διὸς | |
τοῦ Λεψύνου ἐν τῶι ἐπιφανεστάτωι τόπω[ι,] | |
[ἑ]λ̣έσθαι δὲ καὶ πρεσβευτὴν ἤδη τὸν ἐπι- | |
15 | [τ]ηδειότατον πρὸς τὸν δῆμον τὸν Ἰασέω[ν,] |
ὃς ἀφικόμενος εἰς Ἰασὸν καὶ ἐπελθὼν ἐπί | |
[τε τὴν βουλ]ὴν καὶ τὴν ἐκκλησίαν τό τε ψή- | |
[φισμα ἀναδ]ώσει καὶ ἐμφανιεῖ τὰ ἐψηφισμέ- | |
[να περὶ Παν]τ̣αίνου καὶ παρακαλεῖ Ἰασεῖς | |
20 | [—]ς ἐπιμέλειαν ποιήσασθαι |
[ὅπως ἂν ὁ στέ]φανος ἀναγορευθῆι ἐν | |
[Διονυσίοι]ς ὧι ἐστεφάνωται Πάνταινο[ς] | |
[καὶ τόπο]ς ὡς ἐπιφανέστατος ἀποδει- | |
[χθῆι ἐν] ὧι τὸ ψήφισμα ἀναγραφήσετα[ι] | |
25 | [τὸ γρα]φὲν ὑπὲρ Πανταίνου· ταῦτα γὰρ |
[ποιή]σαντες εὐχαριστήσουσιν τῶι δή- | |
[μωι·] ᾑρέθη πρεσβευτὴς Εἰρηνίων Ἰολά[ου.] |