Honorary decree of demos of Kalymna for foreign judges Kleandros Diodorou et al. of Iasos and for demos of Iasos; c. 270/260 BC; found at Iasos: CIG 2671, ll. 29-64; Cobet, Mnem. 6, 1857, 447-450; Hicks 130; SGDI 3585; Michel 417; Cauer, Delectus 157 (non vidi); TCalymnii (= ASAA 6-7, 1944-1945) 19-24, no. 16, ll. 30-65; *IIasos 82, ll. 29-64.  
[ ] IIasos 82.29-64
29 [ἔδ]οξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα προστατᾶν· ἐπειδὴ
30 [ὁ δ]ᾶμος ὁ Ἰασέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν καὶ
[φίλ]ος διατελεῖ τῶι δάμωι τῶι Καλυμνίων καὶ νῦν πρεσβεύ-
[ον]τος τοῦ δάμου καὶ ἀξιοῦντος δόμεν ἄνδρας πέντε,
[οἵτι]νες παραγενόμενοι μάλιστα μὲν διαλυσεῦντι τοὺς
[διαφ]ερομένους τῶν πολιτᾶν, εἰ δὲ μή, κρινεῦντι διὰ ψάφου,
35 [ἀπέσ]τειλε ἄνδρας καλοὺς κἀγαθούς, οἳ παραγενόμενοι
[πᾶσ]αν σπουδὰν ἐποιήσαντο {υ} τοῦ διαλυθέντ<α>ς τοὺς
[πολ]ίτας τὰ πὸτ αὐτοὺς πολιτεύεσθαι μετ’ ὀμονοίας·
[καὶ ἀ]πογραφεισᾶν δικᾶν εἰς τὸ δικαστήριον [πλε]όνων
[ἢ τρι]ακοσιᾶν πεντήκοντα, τὰς μὲν πλείσ<τας> διέλυσαν
40 [πείσ]αντες τοὺς ἀντιδίκους, ὅπως μὴ διὰ ψάφου τῶν πρα-
[γμά]των κρινομένων εἰς πλέω ταραχὰν ὁ δᾶμος
[καθισ]τᾶται· τινὰς δὲ καὶ διαίτασαν συμφερόντως
[ἑκα]τέροις τοῖς ἀντιδίκοις· δέκα δὲ δικᾶν εἰσαχθεισᾶν
[εἰς τὸ] <δι>καστήριον ἔκριναν διὰ ψάφου κατά τε τὸ διάγραμ-
45 [μα τοῦ] βασιλέως καὶ τοὺς νόμους, ὄντες ἀνερίθευτοι
[καὶ δ]οκεῖν δηλόμενοι· ὅπως οὖν καὶ ὁ δᾶμος ὁ Καλυμνίων
[φαίνητ]αι χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσι αὐτὸν καὶ πολ-
[λοὶ πρ]<ο>αιρῶνται καὶ λέγειν καὶ πράσειν τὰ δέοντα ὑπὲρ τοῦ
[πλήθου]<ς τ>οῦ Καλυμνίων, εἰδότες ὅτι ὑπαρξεῦντι αὐτοῖς
50 [τιμαὶ κ]ατάξιαι ὧν κα εὐεργετήσωντι· δεδόχθαι τᾶ[ι]
[βουλᾶι κ]α<ὶ> τῶι δάμωι· ἐπαινέσαι τὸν δᾶμον τὸν Ἰασέων
[ἀρετᾶς ἕ]νεκεν καὶ εὐνοίας ἃν ἔχων διατελεῖ περὶ τὸ πλ[ῆ]-
[θος τὸ Κα]λυμνίων καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
[ἀπὸ χρυσῶ]ν πέντε· ἐπαινέσαι δὲ καὶ τοὺς ἀποσταλέν-
55 [τας δικαστ]ὰς καλοκἀγαθίας ἕνεκεν, Κλέανδρον
[Διοδώρου,] Λέοντα Εὐβούλου, Κέφαλον Δράκοντος,
[Θεόδωρον Ν]ουμηνίου, Λέοντα Δρακνοτίδου,
[καὶ στεφανῶ]σαι αὐτοὺς χρυσῶι στεφάνωι [τῶι ἐκ τοῦ νό]-
[μου ἀπὸ χρυσῶν π]έντε· δεδόσθαι δὲ αὐτοῖς [ἔγκτησιν]
60 [ἐγ Καλύμναι καὶ π]ολιτείαν, αὐτοῖς καὶ ἐγγόνοις, [καὶ]
[ἀτέλειαν πάντων· ἐ]π̣ικλ[αρ]ῶσαι δὲ αὐτοὺς ἐπὶ φυλὰν
[τοὺς προστάτας· ἦμεν] δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι καὶ πόθοδον ποτὶ τὰν ἐκ]κλησίαν μετὰ τὰ ἱ<ε>ρὰ
[καὶ τὰ βασιλικά.]
Search Help