Honorary decree of boule and demos of Iasos for Theophilos Iatragorou of Hydisos; no date; found at Iasos: Pugliese Carratelli, ASAA 31-32, 1969-1970, 378-379, no. 5a, ll. 3-16 (PH); BE 1973:420; *IIasos 56.  
[ ] IIasos 56
1 [ἐ]πὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Διεύχην· μηνὸς Ἀφροδισιῶνος
[ἕ]κτηι ἱσταμένου· ἐπὶ πρυτάνεων δὲ Κυδίου τοῦ Ἀντιφῶντος, Λαμπίτου τ[οῦ]
[Ἱ]μερέως, Ἀνθέως τοῦ Ἀρτέμωνος, Ἀφθονήτου τοῦ Εὐκράτους, Ἀπελλέ[ω]
[τ]οῦ Ἰατροκλέους, Ἡγίου τοῦ Πακτυΐσκου, γραματέως δὲ Νημέρτεως τ[οῦ]
5 Διεύχους· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἕκτηι ἱσταμένου· Κυδίας
Ἀντιφῶντος ἐπεστάτει, Ἀντίγονος Ἀντιδότου εἶπεν· ἐπειδὴ Θεόφιλος
Ἰατραγόρου Ὑδισεὺς ἀνὴρ καλὸς κἀγαθὸς περὶ τὴμ πόλιν τὴν Ἰασέων ἐστίν,
[ἰ]δίᾳ τε τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν χρείας παρεχόμενος καὶ κοινῆι̣
περὶ τῆς πόλεως, καὶ λέγων καὶ πράσσων ἀγαθὸν ὅτι ἂν δύνηται, δεδόχθα[ι]
10 [τ]ῶι δήμωι· ἐπῃνῆσθαι αὐτὸν εὐνοίας ἕνεκεν ἧς ἔχει περὶ τὴν πόλιν, καὶ εἶνα[ι]
[αὐτὸ]ν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἰασέων· δεδόσθαι δὲ α[ὐτῶι]
[καὶ π]ολιτείαν μετέχοντι πάντων ὧν καὶ οἱ λοιποὶ Ἰασεῖς μετέχουσιν, εἶναι δ[ὲ]
[αὐτ]ῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν πᾶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν κ[αὶ]
[ἐν εἰρήνηι καὶ ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσ]ποδεί —]
Search Help
Contact Us