Honorary decree of Iasos for Theokles Thersiou of Meliboia, giving him proxeny; IVe/III; found at Iasos?: Hicks, JHS 9, 1888, 340-341, no. 2; BE 1889:202; Michel 463; *IIasos 54.  
[ ] IIasos 54
1 μηνὸς Ἀφροδισιῶνος· ἐπὶ στεφανηφόρου
Ἀπολλοφάνευς τοῦ Ἀπολλᾶ· ἕκτηι ἱσταμένου·
Ξένων Ἀφθονήτου ἐπεστάτει, Πανταλέων
Κλεανδρίδα εἶπεν· ἐπειδὴ Θευκλῆς Θερσί<⁶¹>⁶¹[⁵¹τ]⁵¹ου
5 Μελιβοιεὺς καλὸς καὶ ἀγαθός ἐστιν περὶ τὴν
πόλιν τὴν Ἰασέων καὶ τοῖς ἀφικνουμένοις
τῶμ πολιτῶν εἰς Μελίβοιαν προθύμως ὑπη-
ρετεῖ, δεδόχθαι τῶι δήμωι· Θευκλῆν Θερσίου
εἶναι πρόξενον Ἰασέων, δεδόσθαι δὲ αὐτῶι
10 καὶ ἀτέλειαν ὧν ἡ πόλις κυρία ἐστὶν καὶ ἔσπλουν καὶ
ἔκπλουν καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ
ἀσπονδεί, εἶναι δὲ αὐτῶι καὶ προεδρίην ἐ<ν> τοῖς ἀγῶσιν· ἀνα-
γράψαι δὲ αὐτὸν καθάπερ καὶ τοὺς ἄλλους προξένους.
Search Help
Contact Us