Honorary decree of demos (of Iasos) for Aristodemos;
IVe/IIIb; found on Chios, from Iasos: CIG 2676; SEG 4, 219;
Robert, Coll. Froehner I 75-76; *IIasos 33.
[ ]
IIasos 33
0 | [—] |
[τοὺς ὑπ’ αὐτὸν τεταγμένους στρατιώτας εὐ]- | |
τάκτους καὶ προθύμο<υς> παρείχετο, καὶ τῶν ἄλλω[ν] | |
τῶν κατὰ τὴμ πόλιν καὶ τὴν χώραν πολλὴν | |
ἐπιμέλειαν ποιο<ύ>μενος διατελεῖ· δεδόχθαι τῶι | |
5 | δήμωι· Ἀριστόδημον ἐπηινῆσθαι εὐνοίας ἕνεκεν |
[ἧ]ς ἔχει περὶ τὴμ πόλιν τὴν Ἰασέων· ὑπάρχειν δὲ αὐτῶι | |
[κ]αὶ προξενίαν καὶ πολιτείαν μετέχοντι πάντων ὧν καὶ | |
[ο]ἱ λοιποὶ πολῖται μετέχουσιν· εἶναι δὲ αὐτῶι προεδρία[ν] | |
[ἐ]ν τοῖς ἀγῶσι πᾶσιν καὶ ἀτέλειαν ὧν ἡ πόλις κυρία ἐστὶν | |
καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι | |
10 | ἀσυλεὶ καὶ ἀσπονδεί· ὑπάρχειν δὲ ταῦτα καὶ τοῖς ἐκγόνοις |
αὐτοῦ· <ἵν>α δὲ τὸ ψήφισμα ἀναγραφῆ<ι> ἐπιμεληθῆναι τὸν | |
νεωποίην, τόπον δὲ ἀποδεῖξαι τοὺς προστάτας τὸ[ν] | |
[ἐπιφανέστ]ατον [ὅπ]ου τὸ ψήφισμα ἀναγραφήσ<ε>ται. |