[ ]
Ion. — Magnesia am Maiandros — 221/220 v.Chr. — Kern, I.Magnesia (1900) Nr.15
| A.8 | [ἔδοξε] τῶι δάμωι, γνώμαι προστατᾶν· ἐπειδὴ̣ [τοῦ] |
| [δάμου] ψάφισμα καὶ πρεσβευτὰν ἀποστείλαντ[ος πο]- | |
| 10 | [τὶ Μάγ]νητας ὅστις πα[ρ]ακαλέσει αὐτοὺς ἀποσ[τεῖλαι] |
| [δικαστ]ὰς καὶ γραμματῆ, Μάγνητες συγγενεῖς ὄν[τες καὶ φί]- | |
| [λοι κα]ὶ εὖνοι τῶι δ[ά]μωι διὰ προγόνων ἀκολουθ[ήσαν]- | |
| [τες δὲ τ]οῖς ὑπάρχουσι ταῖς πόλεσι ποθ’ αὑτὰς οἰκ[είοις] | |
| [καὶ φιλα]νθρώποις ἀπέστειλαν δικαστὰς ἄνδρας [καλοὺς] | |
| 15 | [κἀγα]θοὺς ἑλόμενοι ἀξίους αὐτῶν τε καὶ τοῦ δάμ̣[ου Πρω]- |
| [τίωνα] Ἀνδροτίμου, Αἴγυπτον Ἀναξήνορος, Ἄνδ[ρωνα] | |
| [?Ζήνω]νος τοῦ Κωλωτίωνος, οἵτινες παραγενόμεν[οι ποθ’] | |
| [ἁμὲ κ]αὶ τὰν ἐπιδαμίαν ποιησάμενοι ἀξίως αὑτῶ[ν τε καὶ] | |
| [τᾶς πα]τρίδος τάς τε δίκας ἐδίκασαν ὀρθῶς καὶ δικαί[ως καὶ] | |
| 20 | [ἀκολού]θως τοῖς νόμοις οὓς δὲ καὶ συνέλυσαν τῶν ἐν [τοῖς] |
| [ἐγκλή]μ̣ασιν ὄντων, πᾶσαν φιλοτιμίαν ποτιφερόμε[νοι εἰς] | |
| [πάντα· ὁ γρ]αμ[μ]ατεὺς δὲ αὐτῶν Κράτης Κράτητος τοῦ Κρ[άτη]- | |
| [τος ἐπε]τέλ[ε]σεν τὰν καθ’ αὑτὸν χρείαν μετὰ πάσας [σπουδᾶς] | |
| [καὶ] φιλο[τι]μίας· ὅπως οὖν καὶ ὁ δᾶμος τοῖς ἐπακ[ολουθήσα]- | |
| 25 | [σι] τᾶι [π]αρακλήσει αὐτοῦ ἀποδιδῶι τιμὰς καὶ [χάριτας τὰς] |
| [καταξία]ς· δεδόχθαι τῶι δάμωι· ἐπαινέσαι μ̣[ὲν Μάγνητας] | |
| [καὶ στεφανῶ]σαι χρυσέῳ στεφάνωι ἀρετᾶς ἕνεκα [καὶ εὐνοίας] | |
| [ἇς ἔχοντες δι]ατελεῦντι ποτὶ Κνιδίους καὶ ἐπὶ τ[ᾶι ἀποστολᾶι] | |
| [τῶν τε δικαστῶν] καὶ τοῦ γραμματέως, ἐπα[ινέσαι δὲ] | |
| 30 | [καὶ τοὺς δικαστὰς] καὶ στεφανῶσαι ἕκαστον αὐτ[ῶν] |
| [ ]να̣ι κ̣[αὶ ] |