[ ] Karien — Knidos (Tekir) — reign of Augustus — GIBM IV.1 Nr.787
See also:
0 [                                    ]
[χρυσ]<έ>ωι θαλλοῦ στεφάνωι καὶ ἄλλοις
[χρ]υσέοις στεφάνοις τρισί, εἰκόσι
[χα]λκέαις τρισὶ καὶ μαρμαρίναις
[τρι]σὶ καὶ χρυσέαις τρισί, ἀναγορεύσεσ[ι]
5 [κα]ὶ στεφαναφορίαις καὶ προεδρίαις
[ἐ]ν̣ πᾶσι τοῖς ἀγῶσι καὶ αὐτῶι καὶ
[ἐ]κγόνοις, σιτήσει ἐν δαμιοργίωι
[ἇ]ς κα ζώηι· καὶ ἐπεί κα μεταλλάξηι
τὸν β̣ίον, ταφᾶι δαμοσίαι καὶ ἐνταφᾶι
10 κατὰ πόλιν ἐν τῶι ἐπισαμοτάτωι
τοῦ γυμνασίου τόπωι· ἑστάκει δὲ
[αὐ]τοῦ καὶ εἰκόνα χρυσέαν σύνναον
[τ]ᾶ̣ι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι
[κ]αὶ Ἐπιφανεῖ, ἇς καὶ αὐτᾶς ἱερεὺς
15 [ὑ]πάρχει διὰ βίου· καὶ βωμὸν
ἱ̣δρυσά̣μενος καὶ θυσίας καὶ πομπὰν
καὶ γυμνικὸν ἀγῶνα πενταετηρικὸν
ψαφ]ξάμενος Ἀρτεμιδώρεια
τετιμάκει αὐτὸν τιμαῖς ἰσοθέοις
Search Help
Contact Us