| 0 | [ ] |
| [χρυσ]<έ>ωι θαλλοῦ στεφάνωι καὶ ἄλλοις | |
| [χρ]υσέοις στεφάνοις τρισί, εἰκόσι | |
| [χα]λκέαις τρισὶ καὶ μαρμαρίναις | |
| [τρι]σὶ καὶ χρυσέαις τρισί, ἀναγορεύσεσ[ι] | |
| 5 | [κα]ὶ στεφαναφορίαις καὶ προεδρίαις |
| [ἐ]ν̣ πᾶσι τοῖς ἀγῶσι καὶ αὐτῶι καὶ | |
| [ἐ]κγόνοις, σιτήσει ἐν δαμιοργίωι | |
| [ἇ]ς κα ζώηι· καὶ ἐπεί κα μεταλλάξηι | |
| τὸν β̣ίον, ταφᾶι δαμοσίαι καὶ ἐνταφᾶι | |
| 10 | κατὰ πόλιν ἐν τῶι ἐπισαμοτάτωι |
| τοῦ γυμνασίου τόπωι· ἑστάκει δὲ | |
| [αὐ]τοῦ καὶ εἰκόνα χρυσέαν σύνναον | |
| [τ]ᾶ̣ι Ἀρτάμιτι τᾶι Ἱακυνθοτρόφωι | |
| [κ]αὶ Ἐπιφανεῖ, ἇς καὶ αὐτᾶς ἱερεὺς | |
| 15 | [ὑ]πάρχει διὰ βίου· καὶ βωμὸν |
| ἱ̣δρυσά̣μενος καὶ θυσίας καὶ πομπὰν | |
| καὶ γυμνικὸν ἀγῶνα πενταετηρικὸν | |
| ψαφ[ι]ξάμενος Ἀρτεμιδώρεια | |
| τετιμάκει αὐτὸν τιμαῖς ἰσοθέοις |
IK Knidos I
59