[ ] Phok. — Delphoi — 100 v.Chr. — FdD III,4 (1930) 34, Nr. 37
A.1 [                                                        ] κοινὸν {²vac.}²
[                                                      πρὸ]ς τὸν δῆ-
[μον                                                    ]Α ἵνα ἐγνω-
[?κέναι ἡμᾶς εἰδῆτε                                  ] τοῦ δήμου γν-
5 [ώμη—                                                 ] τούτων αὐτῷ
[                                                ] Παμφυλία καὶ Λυ-
[κ—                                             ]ΑΙ εἴτε [α]ὐτὸν κατα
[                                                  σ]τρατηγὸν διαδε-
[?χόμενον                                        ] νόμος ἔστω ὥσπερ
10 [                                                  ]ΣΑΝ ὃ ἂν αὐτ[   ]
[                                                    ἐλ]ασσον̣[      ]
[                                                    ]Π[            ]
[II] {²Knidos, col. II. Der entsprechende Text aus Delphoi (vermutlich auf Block A) ist nicht erhalten.}²
B/III.1 [                       ἢ δημ]ο̣σίων χάρ̣[ιν πραγμάτων                     ]
[     πρὸς οὓς συμμαχία κ]αὶ φιλία ἐστὶν τῶι [δήμωι τῶι Ῥωμαίων         ]
[                ἐν τούτω]ι τῷ νόμωι οὐθὲν ἠ[ρώτηται.                    ]
[    δια]κα̣τ̣έ̣χ̣ει, ὧι ἔλασσον αὐτῶι ἐ[παρχεία Λ]υκαονίας ἔσται, καθ[ὼς    ]
5 [                                                 — ὕ]πατος ὃς ἂν πρῶτος γένητ[αι γράμμ]ατα πρὸς τοὺς δήμους π[ολιτείας τε]
[πρὸς οὓς ἂν αὐτῶι φαίνηται ἀποστελλέτω                                  ]σει, ὅπως πολῖται Ῥωμαίων σύ̣[μμαχοί] τε ἐκ τῆς Ἰταλίας Λατῖνοι τά τε̣ [ἐκτὸς ἔθνη],
[οἵτινες ἐν τῆι φιλίαι τοῦ δήμου τοῦ Ῥωμαίων εἰσίν, κατὰ θ]άλασσαν ἀσφαλῶς πλεῖν δύνω[νται], τήν τε Κιλικίαν διὰ ταύτας τὰς αἰτίας ἐ[παρχείαν]
[στρατηγικὴν πεποιηκέναι·                                   ὁμοίως τ]ε̣ καὶ πρὸς τὸν βασιλέα τὸν ἐν τ̣[ῇ ν]ήσῳ Κύπρωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλ[έα τὸν ἐν Ἀλε]-
ξανδρείαι καὶ Αἰγύπ̣[τωι βασιλεύοντα καὶ πρὸς τὸν βασιλέα τὸν ἐπὶ Κυ]ρήνῃ βασιλεύοντα καὶ πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Συρίαι βασιλεύον[τας, πρὸς οὓς]
B.10 φιλία καὶ συμμαχία ἐ[στὶ τῶι δήμωι τῶι Ῥωμαίων, γράμματα ἀποστελλέ]τω καὶ ὅτι δίκαιόν ἐστ̣[ιν αὐ]τοὺς φροντίσαι, μὴ ἐκ τῆς βασιλείας αὐτ[ῶν μήτε] τῆ[ς]
χώρας ἢ ὁρίων πειρατὴ[ς μηδεὶς ὁρμήσῃ, μηδὲ οἱ ἄρχοντες ἢ φρούραρχοι οὓς κ]αταστήσουσιν τοὺ[ς] πειρατὰς ὑποδέξωνται, καὶ φροντίσαι, ὅσον [ἐν αὐ]τοῖς ἐσ[τι]
τοῦτο, ὁ δῆμος ὁ Ῥωμαίω[ν ἵν’ εἰς τὴν ἁπάντων σωτηρίαν συνεργοὺς ἔχῃ. ταῦτά τε τὰ] γράμματα [πρὸς] τοὺς βασιλεῖς κατὰ τὸν νόμον τοῦτον ἀποστελ[λόμ]ενα τοῖς ἀ[πὸ]
Ῥ̣ο̣δίων πρεσβευτα̣ῖ̣ς [δότω                                                           ]ο̣υ̣[   ὅπω]ς ὁ περὶ τούτων ἔχων τὴν ἐπιμέλειαν φροντίσῃ [τῆ]ς ἀσφαλεία[ς αὐ]-
[τῶν τοῖς νόμοις καὶ δι]καίοις [ἀκολούθως. —                                    εἰ κα]τ̣ασταθήσονται καὶ δεήσει, ὡς ἂν προαιρῶνται, πρὸς τὴ[ν] σύνκλητον ὡ[σαύ]-
15 [τως ἀν]α̣φερέτω, καὶ ἡ σύγκλητο̣[ς, καθὼς ἂν αὐτῇ φαίνηται ἐκ τῶν δημοσίων πραγμάτων] π̣ίστεώς τε ἰδίας, βουλευέσθω. ὅσα τε ὑπὲρ τούτου [τ]οῦ πράγματος ἡ [σύγ]-
κλητος [δ]ογματίσῃ, ἄρχων ἢ ἀντά[ρχων πᾶς φροντισάτω ἐργασίαν τε δότω ἐκ τοῦ δοκοῦντ]ος εἶναι, ὅπως οὕτως γένηται. — ὕπατος, ὧι ἂν γένηται ὃς ἄν τ’ ἐ[πιστα]-
τῇ, ὅπως οὗτος ταῖς πρεσβε[ίαις σύγκλητον διδῶι, τοῖς πρεσβευταῖς τοῖς ἀπὸ τοῦ δή]μου τοῦ Ῥοδίων, οἵτινες ἂ<ν> ἐν Ῥώμηι ὦσιν, σύγκλητο<ν> ἐκτὸ[ς τῆς]
συντάξεως δότω· τούτους [τε τοὺς πρεσβευτὰς                                   ἐκτ]ὸς τῆς συν[τ]άξεως εἰς τὴν σύγκλητον εἰσαγέτω, [τ]ῆς τε συγ[κλήτου]
δόγμα φροντισάτω ἵνα γένητ̣[αι, ἐπειδὰν αὐτοὺς κατὰ τοῦτον τὸν νόμον, εἴτε νό]<μ>ος ἐστὶν εἴτε δήμου γνώμη ἐστίν, εἰσαγειοχὼς ᾖ· τοῦτό τε ἀζ̣[ημίῳ αὐτῷ]
20 ἐξέστω ποιῆσαι. — στρατη̣[γὸς ἀνθύπατός τε,                       ε]ἰς Ἀσίαν ἐπαρχείαν Γαίωι Μαρίωι καὶ Λευκίωι Οὐαλερίωι [ὑπάτοις] ἐπα[ρχ]εία ἐ[γέ]-
νετο, γράμματα πρὸς τοὺς δήμο[υς πολιτείας τε ἀποστειλάτω καὶ πρὸς] τοὺς βασιλεῖς τοὺς ἐπάνω γεγραμμένους, ὁμοίω[ς δὲ πρὸς οὓς] κ̣αὶ ὁ ὕπατος κατ[ὰ]
τοῦτον τὸν νόμον γράφειν κα[θὼς ἂν αὐτῷ δοκῇ καλῶς ἔχειν ἀξιώσει. καὶ τούτου τοῦ] ν̣όμου ἀντίγραφον ἀποστειλάτω πρός τε τὰς πόλει[ς καὶ πολ]ιτείας πρὸς οὓς κατὰ
τοῦτον τὸν νόμον ἀποστέλλε[ιν δεῖ γράμματα καὶ φροντισάτω, ὅσον ἂν ἐ]ν δυνατῷ ᾖ, {ὅπως} ὅσ’ ἂν γράμματα κατὰ τοῦτον τὸ[ν νό]μον πρὸς οὓς ἂν ἀποστελεῖ, ὅ-
πως ἀποδοθῇ κατὰ τὸν νόμον τ[οῦτον· καὶ ἀκολούθως τοῖς αὐτῶν ἐπιτηδε]ύμασιν, πρὸς οὓς ἂν κατὰ τοῦτον τὸν νόμον γράμ[ματα ἀπ]ε̣σταλμένα ᾖ, εἰς δέλτον χαλ-
25 κῆν γράμματα ἐνκεχαραγμέ[να ἔστω, εἰ δὲ μὴ ἐν λίθῳ μαρμαρίνῳ ἢ κ]αὶ ἐν λευκώματι, ὅπως ἐν ταῖς πόλεσι ἐκκέ[ηται ἐν ἱερῷ] ἢ ἀγορᾶι φανερῶς, ὅθεν δυνή-
σονται ἑστακότες ἀναγινώσ[κειν ὀρθῶς. καὶ οὗτος μὴ ἄλλ]ως ἢ οὕτως γραψάτω ἵνα ταῦτα π̣α[ντα]χ̣οῦ [γένηται. οἵ τε ἄλλ]οι οἷς ἂν ἄρχωσιν ταῦτα ποι[ησά]-
B/IV.27 τωσαν. ὅσοι ἂν κατὰ τοῦτον τὸν [νόμον τὴν ἐπιμέλειαν ἔχωσιν, ὅπως οὕτως γένη]ται φροντισάτωσαν. {²vac.}² στρ[ατηγὸς ἀντιστράτηγος ἢ ἀνθύ]πατος, οἵτινες κατὰ τοῦτο[ν]
τὸν νόμον, εἴτε δήμου γνώμη εἴηι [εἴτε νόμος, ἢ κατὰ συγκλήτου δόγμα τὴν Μα]κεδονία<ν> ἐπαρχείαν ἕξει ἔχε̣[ι, εὐθὺς εἰς Χερσόνησον καὶ Και]νικήν, ἧς Τίτος Δείδιος ἡγούμενο[ς]
ἐκράτησεν, πορευθήτω· τοῦ τε ἐπαρ̣[χεία                                               ἔσ]τω, ταύτην τε τὴν ἐπαρχε̣[ίαν                        ποιεί]τω τε, καθὼς ἂν αὐτῶι δοκῇ κα-
30 λῶς ἔχειν, ὅπως τὰς δημοσίας προ[σόδους αἳ ἂν ἐν ἐκείνηι τῆι ἐπαρχε]ίαι ὦσιν καρπεύωντα̣[ι                                            δ]εήσει· οὗτός τε ἑκάστου ἐνιαυ-
τοῦ μὴ ἔλασσον ἡμερῶν ἑξ[ήκοντα                                                                       τόποι]ς πρὸ τοῦ ἄλ[λον ὅσ]ον ἂν δ̣υν̣α̣[τὸς ᾖ], ὅπως αὐτο[ί],
[πρ]ὸς οὓς ἂν τῶι δήμωι τῶ[ι Ῥωμαίων φιλία καὶ συμμαχία ἐστίν,                                                   ὅπω]ς οὗτος [ὁ]
[στρα]τη[γὸς ἢ ἀνθύπατος
[IV].1 {²Knidos IV, Z. 25-36. Der entsprechende Text aus Delphoi nicht erhalten.}²
C/IV.1 [                                                                    ]
[                                             ]ειν ἀναφέρει[ν κατὰ δι]-
[καιοδο]σ̣ίαν κα[θὼς                                 ἕως εἰ]ς Ῥώμην εἰσῆλθεν̣. [ταμίας ἢ]
[ἀντιτ]αμίας, ᾧ ἡ Ἀσία Μακεδο[νία τε ταμιεία ἐγένετο, ἐὰν                                     ἀπείπηται, ὁμοίως] φροντιζέτω τῶν δημοσ̣[ίων]
C.5 [χρημ]άτων καὶ ζημιούτω παρὰ Ῥ̣[ωμαίων                    ]Ε̣Γ̣Κ̣[                                  ὡς ἐν ταμι]ε̣ίαι ὅτε ἦρχεν̣· οὗτός τε ἀν<υ>[πεύθυ]-
[νος] ἔστω ἕως ἂν εἰς Ῥώμην ε[ἰσέλθῃ                         ]ΝΣΥ[                                          ὅσα κ]α̣τὰ τοῦτον τὸν νόμον δεῖ πο̣[ι]-
[εῖν] ποείτω, μήτε τις ἄρχων μ̣[ήτε τις ἀντάρχων αὐτὸ]ν κα[τακωλυέτω, ᾧ, ὡσαύτως καθὼς τα]ῦτα κατὰ τὸν νόμον τοῦ-
[τον] δεῖ γείνεσθαι, ἔλασον ὅ ἐστι [τεταγμένον γένητ]α̣ι. <—> στρατ[ηγὸς ἢ ἀνθύπατος, ᾧ] ἡ Ἀσία ἢ Μακεδονία ἐπαρχεία ἐστίν,
[ὅδ’] ἐν ἡμέραις δέκα ταῖς ἔγγιστα, αἷς ἂν γν[ωρίσῃ τοῦτον τ]ὸν νόμον τ[ῶι δήμωι κεκυρῶσθαι ἐ]ν τῆι ἐκκλησίαι, ὀμνυέτω ὅτι ὅσ’
10 [ἂ]ν ἐν τούτωι τῶι νόμωι κελεύει ποιεῖν, πάντα ποιείτω, οὔτε ὑπεναν̣[τίον τι ποιήσει ἄνευ] δόλου πονηροῦ. {²vac.}² ἄρχοντες, οἵτινες
[ν]ῦ̣ν εἰσιν ἐκτὸς τῶν δημάρχων καὶ ἐπάρχων, οὗτοι ἐν ἡμέραις πέντε τ̣[αῖς ἔγγιστα αἷς ἂν] ὁ δῆμος τοῦτον τὸν νόμον κυρώσῃ, ὅσοι μετὰ
[ταῦ]τ̣α ἀρχὴν ἕξουσι ἐκτὸς ἐπάρχων, οὗτοι ἐν ἡμέραις πέντε ταῖς ἔγγιστα, [αἷς ἕκαστος αὐτῶ]ν εἰς τὴν ἀρχὴν εἴσεται, οἵτινές τε αὐτῶν ἐν Ῥώμ[ῃ]
[εἰσίν], ὀμοσάτω τὸν Δία καὶ τοὺς θεοὺς τοὺς πατρώιους {ποιήσειν}, ὅσα ἐν τούτωι τῶι νόμωι κατακεχώρισται, πάντα ποιήσειν, καὶ φροντίσαι ὅπως γέ-
[νητα]ι, μήτε ὑπεναντίον τούτωι τῶι νόμωι ποιήσειν, μήτε ποιήσειν ὧι τις ἄλλος ποιήσῃ, μήτε ἄλλως ποιήσειν ἢ ἐν τούτῳ τῶι νόμωι ἐστὶν ὅπως γένη-
15 [ται]. — ὑπεναντίον τούτῳ τῷ νόμῳ μή τις ποείτω ἄνευ δόλου πονηροῦ· ὅσα τέ τινας κατὰ τοῦτον τὸν νόμον δεῖ ποεῖν ποείτ<ω>, μήτε τις ποείτω ᾧ ο[ὗ]-
τος ὁ νόμος κατὰ παρεύρεσιν ἀκυρωθῇ ἄνευ δόλου πονηροῦ, μήτε τις ποείτω μήτε ἐπικρινάτω, ὧι ἔλασσον ὅσα δεῖ κατὰ τοῦτον τὸν νόμον γένηται· καὶ̣
οὓς {δεῖ} ποιεῖν ὀμνύειν δεῖ, ποιείτωσαν καὶ ὀμνυέτωσαν ἢ ὧι ἔλασσον ἢ ἄλλως τι γένηται {ἄλλως} ἢ ἐν τούτωι τῶι νόμῳ γεγραμμένον ἐστίν. τῶι τε ὑ-
πεναντίον τούτωι τῶι νόμωι ποιοῦντι ἢ ἐπικρίναντι, ὅσα τε κατὰ τοῦτον τὸν νόμον μὴ ποήσῃ ἢ μὴ κατὰ τοῦτον τὸν νόμον ὀμόσῃ, ὅπως αὐτῶι
[ἀ]ζημίωι μὴ ἐξῇ εἶναι, μήτε ἔλασσον <ὅς ἂν> αὐτὸν κρῖναι βούληται ἐξέστω. — ἐάν τις ὑπεναντίον τῶι νόμωι τούτωι τι ποιήσῃ, εἴ τέ τι οὓς δεῖ κατ[ὰ]
20 τ̣ο̣ῦτον τὸν νόμον τι ποιῆσαι <ἢ ὀμόσαι> μὴ ποιήσῃ ἢ μὴ ὀμόσῃ, ἐάν τέ τις τούτωι τῶι νόμωι ἔλασσον ποιήσῃ ἢ ἄλλως {ὑπεναντίον ποιήσῃ} ἢ ἐν τούτωι τῷ νό̣-
[μω]ι γεγραμμένον ἐστὶν ποιήσῃ ἢ ἐπικρίνῃ ἢ παρανομήσῃ δόλωι πονηρῶι, οὗτος νόμω<ν> σηστερτίω<ν> μυριάδας εἴκοσι κ[α]θ’ ἕκαστον εἶδος ὃ ἂν παρανομή-
σῃ <δοῦναι κατάκριτος ἔστω>· καὶ ἐάν τι μὴ ποιήσῃ ἄλλως ἢ ἐν τούτωι τῶι νόμωι γεγραμμένον ἐστί[ν], καὶ ὃ ἂν ἄλλ̣ως ποιήσῃ <ἢ> ἐν τῶι νόμωι τούτῳ κατακεχώρισται, τῶι δήμωι τοῦτο̣
τὸ χρῆμα ὀφειλέτω δοῦναι· ταῦτά τε τὰ χρήματα ὁ βουλόμενος, ὅστις ἐ[ν] ταύτηι τῆι πολιτείαι γεγενημένος ἐστὶν ἐλεύθερος, ὅσοις κατὰ τοῦτον τὸν νό-
μον χρήματα ἐναιτήσει<ν> καὶ κρίνεσθαι ἐξῇ, οὗτοι ἀγέτωσαν καὶ κρινάτωσαν τό τε ὄνομα καταφερέτωσαν πρὸς τὸν περὶ τούτων· μήτε τις ἄρχων μήτε τ̣ι̣[ς]
25 ἀντάρχων ποιείτω ὧι ἔλασσον κριθῇ, μήτε κωλυέτω ὧι ἔλασσον ταῦτα τὰ χρήματα εἰς ἀμφισβήτησιν γένηται καὶ ἀπαιτηθῇ καὶ κριτήριον γένητα̣ι̣ [καὶ]
ἀποκατασταθῇ τὰ χρήματα. ὃς ἂν ὑπεναντίον τούτων τι ποιήσῃ ἢ κωλύσῃ ἢ ἐπικρίνῃ, ὁμοίως καὶ οὗτος καθ’ ἕκαστον εἶδος ζημιούσθω, ὥσ[περ]
εἰ ὑπεναντίον τούτωι τῶι νόμωι ἦι πεποιηκὼς ἢ ὥσπερ εἴ τι κατὰ τοῦτον τὸν νόμον ἔδει ποιεῖν {καὶ} οὐκ ᾖ πεποιηκώς, ὁμοίως καὶ οὗτος ζημιούσθω κ[α]-
θότι καὶ ἐπὶ τῶν ἄλλων γέγραπται. — ὅσα χρήματα κατὰ τοῦτον τὸν νόμον ἀπαιτηθῇ, ἐὰν ταῦτα τὰ χρήματα, ὅταν ἀπαιτηθῇ, ὅθεν ἂν ἀπαιτηθῇ, μὴ̣ [λυθῇ, ὁ αὐ]-
τὸς στρ[ατ]η̣γός, πρὸς ὃν περὶ τούτου πρὸς τὴν ἀρχὴν προσαχθῇ, [ὡσαύτ]ω̣ς κριτήριον οὕτ̣ω̣ς δότω, ὅσον ἂν [ἐν αὐτῷ ᾖ, ὥστε τοῦ]τον παρ’ οὗ ἂν ἀπαιτη[θῇ κατὰ τοῦ]-
30 [τον] τὸν νόμον τῶι δήμωι δια̣[λύσειν ἀπροφ]α[σίστ]ως. οὗτός τ[ε                                     τοῦ]τ̣ο τὸ πρᾶγμ̣[α                 ]․Ε κριτῶν̣ [  ]ΑΝΤ[    ]
[                      ]ΤΟ[                            ]ΤΗΣ[                                                                       ]
[V] {²Knidos, col. V. Der entsprechende Text war in Delphoi nicht eingeschrieben.}²
Search Help
Contact Us