Honorary inscription for Claudius by Eratophanes Chareinou
of Rhodes; no date; found at Kys: *Cousin & Deschamps, BCH 11,
1887, 306-308, no. 1.
[ ]
BCH 1887, 306-8, no. 1
| 1 | Τιβέριον Κλαύδιον Καίσαρα Γερμανικὸν αὐτο- |
| κράτορα Θεὸν Σεβαστόν, ἀρχιερέα μέγιστον, | |
| δημαρχικῆς ἐξουσίας τὸ δωδέκατον, ὕπατον τὸ πέν- | |
| πτον, αὐτοκράτορα τὸ εἰκοστὸν καὶ ἕκτον, πατέρα πατρί- | |
| 5 | δος, Ἐρατοφάνης Χαρείνου Ῥόδιος ὁ ἐνεστὼς στεφα- |
| νηφόρος καὶ ἱερεὺς τοῦ θεοῦ Σεβαστοῦ καὶ ἀρχηγέτου | |
| τῆς πόλεως Διὸς Ἐλευθερίου, ἐὼν δὲ καὶ γυμνασίαρ- | |
| χος καὶ ἐλαιοθετήσας, λούσας δὲ καὶ τὸ βαλανεῖον, ἐν δὲ | |
| τῷ αὐτῷ ἐνιαυτῷ καὶ ἀγορανομῶν καὶ παρασχόμενος ἐν τῇ | |
| 10 | [ἀ]ρχῇ παράπρασιν τῶν ἐν τῇ ἀγορᾷ πωλουμένων, ἐπευωνίσας, |
| [ἐ]π̣ιτελέσας δὲ καὶ τὰς θυσίας τοῖς τε θεοῖς καὶ τοῖς Σε[β]- | |
| [ασ]τ̣οῖς ὑπὲρ τῆς τοῦ οἴκου αὐτῶν εἰς ἅπαντα τὸν αἰῶνα δι- | |
| [αμο]ν̣ῆς καὶ ὑγείας, ποιησάμενος δὲ καὶ ἕτερα ἀναλώμα- | |
| [τα ἐ]κ̣ τῶν ἰδίων καὶ ἐπανγελίας ἀργυρικὰς ἐπὶ τῇ κοινῇ τῶν πο- | |
| 15 | [λι]τ̣ῶν ὠφελίᾳ, καὶ στεφανωθεὶς ὑπὸ τῆς Ῥοδίων βουλῆς |
| [ἐ]π̣ὶ τῇ εἰς τὸν Σεβαστὸν εὐσεβείᾳ χρυσέῳ στεφάνῳ | |
| καὶ ἀνδριάντι καὶ προσώπου ἀργυρέου ἀναθέσει, | |
| καὶ τειμηθεὶς ὑπὸ τοῦ δήμου τοῦ Κυειτῶν ταῖς {μεγίσ}- | |
| {ταις} μεγίσταις ἐκ τῶν νόμων τειμαῖς ἐπὶ τῇ εἰς τὸν Σεβασ- | |
| 20 | τὸν εὐσεβείᾳ καὶ τῇ εἰς τοὺς πολείτας ἀνυπερ- |
| βλήτῳ ἐκτενείᾳ, τὸν πάντων ἀνθρώπων σωτῆρα | |
| καὶ εὐεργέτην καθιέρωσεν ἐκ τῶν ἰδίων καὶ ἡ γυνὴ | |
| αὐτοῦ Ἀμμίας Ἰάσονος Ῥοδία καὶ τὰ τέκνα αὐτῶν Φανί- | |
| [ας] καὶ Χαρεῖνος καὶ Ἀρτεμὼ καὶ Μηνίας Ἐρατοφένευς Ῥόδιοι | |
| 25 | εὐσεβείας ἕνεκεν καὶ εὐχαριστίας· |
| vacat θεοῖς καὶ τῷ Κυειτῶν δήμῳ. |