Record of purchase of priesthoods by Leon Theudorou; c. 188
BC; found at Hyllarima: *Laumonier, BCH 58, 1934, 345-376, no.
39, col. b, ll. 7-25; BE 1936:384; Segre, RIL 3, 1, 1937, 83-89;
BE 1938:405; BE 1944:170a.
[ ]
BCH 1934, 345-76:39 col.b.7-25
| 7 | ἀγαθῆι τύχηι· ἐπ’ ἱερέως |
| Ἀγλουμβρότου· Πανάμου εἰ- | |
| κάδι· ἐπὶ τοῖσδε ἐπρίατο τὴν | |
| 10 | ἱερωσύνην Λέων Θευδώρου |
| παρὰ Ὑλλαριμέων, διὰ βίου, δρα(χμῶν) ξ̣ρ̣ʹ, | |
| Διὸς Θ̣αλοίνου, Ἡρακλείους, Γῆς | |
| Κανήβου, Διὸς Καθαρσίου, | |
| Ἀπόλλωνος Ἀποτροπαίου, | |
| 15 | Διὸς Ἀκραίου, Ἀρέως, Ἑρμοῦ, |
| Διὸς Ὀνδουρέως, Διὸς Σωτῆ- | |
| ρος, καὶ τοῦ Ῥοδίων δήμου καὶ δαι- | |
| μόνων Ἀρρισσιος τοῦ Ἴμβρασι, | |
| Ἑρμίου τοῦ Ἀρρισσιος, καὶ ἄν τι- | |
| 20 | νι Ὑλλαριμεῖς θύωσιν χωρὶ τῶ[ν] |
| προπεπραμένων ἱερατειῶν· | |
| λήψεται δὲ γέρα τῶν θυομέ- | |
| νων ὑπὸ τοῦ κοινοῦ κεφαλὰς | |
| κα[ὶ δέρματα· ἔ]σται δὲ ἀλειτούρ- | |
| 25 | [γητος πάσης λειτουργίας —] |