Honorary inscription for athlete [Dr]akontomenes Hierokleous; c. Im; found at Halikarnassos: *Rayet, RA 24, 1872, 109-111; **Syll3 1064 (l. 1); Moretti 56; SEG 14, 728; **Robert, Praktika 8th Congress 38, note 2 (l. 7); SEG 34, 1066.  
[ ] RA 1872, 109-11
0 [—]
[Δρ]ακοντομένην Ἱεροκλέους
νικήσαντα
Θεοφάνια τὰ ἐν Χίωι παῖδας δίαυλον
Ἀσκλαπίεια τὰ ἐν Ἐπιδαύρωι παῖδας δίαυλον,
5 Ἀμφιαρᾷα καὶ Ῥωμαῖα τὰ τιθέμενα ὑπὸ Ὠρωπίων παῖδας
δίαυλον, Ἡραῖα τὰ ἐν Ἄργει παῖδας δόλιχον,
Ῥωμαῖα τὰ ἐν Κιβύραι παῖδας δίαυλον,
Νέμεα παῖδας ἵππιον, Παναθήναια τὰ ἐν Ἀθήναις παῖδας δόλιχον
καὶ ἵππιον, Ἴσθμια ἄνδρας ἵππιον, Ἡραῖα τὰ ἐν Ἄργει ἄνδρας
10 ἵππιον, Ἐλευθέρια τὰ ἐν Πλαταιαῖς ἄνδρας ἵππιον,
Ῥωμαῖα τὰ ἐν Χαλκίδι ἄνδρας ἵππιον, Ἀμφιαρᾷα καὶ
Ῥωμαῖα τὰ τιθέμενα ὑπὸ Ὠρωπίων ἄνδρας ἵππιον,
Ἀσκλαπίεια τὰ ἐν Κῷ ἄνδρας ἵππιον.
Search Help
Contact Us