Honorary decree of koin[on] of Telmissos for Posideos
Posideou; II1; found at Dağbelen: *Hicks, JHS 14, 1894, 377-380;
Michel 459; Oppermann, Zeus Panamaros p. 13, no. 2; **Şahin &
Engelmann, ZPE 34, 1979, 220, no. 7 (ll. 7-8, 15, 17, 22-25); SEG
29, 1087.
[ ]
JHS 14, 1894, 377-80
1 | ἔ[δ]ο[ξε]ν τῶ[ι] κοιν[ῷ] Τελμισσέων· ἐπειδὴ Ποσίδεος Ποσιδέου |
ὑπάρχων ἀνὴρ καλὸς καὶ ἀγαθὸς καὶ εὐσεβῶς μὲν διακείμε- | |
νος τὰ πρὸς τὸν Ἀρχηγέτην τοῦ γένους Ἀπόλλωνα Τελ- | |
μισσῆ φιλοστόργως δὲ τὰ πρὸς πάντας Τελμισσεῖς καὶ | |
5 | γενόμενος στεφανηφόρος εὐσεβῶς καὶ ὁσίως ἐπετέλ<ε>- |
σεν τὰς θυσίας καὶ ἐκαλλιέρησεν ὑπέρ τε τοῦ κοινοῦ Τελμισ- | |
σέων καὶ τῆς πόλεως, μετά τε ταῦτα ἀνεδέξατο ἑκουσίως | |
τὴν αὐτὴν πάλιν λειτουργίαν δαπάνη̣ς μὲν οὑδεμιᾶς λόγον | |
ποιούμενος τῆς δὲ πρὸς τὸ θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὸ | |
10 | κοινὸν φιλοστοργίας τὴν μεγίστην πρόνοιαν ποιούμενο[ς] |
καθότι προδεδήλωται οὐθένα τε καιρὸν παραλείπων τῆς | |
πρὸς τὸ Τελμισσέων πλῆθος εὐνοίας· ἐπιβαλομένων <δὲ> | |
τινῶν διαμφισβητεῖν, τῶν ἱερῶν χωρίων παρακληθεὶς ὑπὸ | |
τοῦ κοινοῦ ἀνεδέξατο τὴν ἐκδικίαν καὶ διὰ τῆς ἑαυτοῦ | |
15 | [σ]πουδῆς ἀποκατέστησε τῶι θεῶι τὴν χώραν, ἐξ ἧς τάς τε |
[θ]υσίας καὶ τιμὰς τῶι Ἀπόλλωνι συμβέβηκεν ἐπιτελεῖσθαι, πάλιν | |
[δ]ὲ ἐπιβαλομένων τινῶν καταλῦσαι τὰ δεδομένα τίμια | |
[τ]ῶι κοινῶι καὶ ἀφελέσθαι τὴν ὑπάρχουσαν ἐκ παλαιῶν | |
[χρ]όνων Τελμισσεῦσιν ἀτέλειαν ὑπέμεινεν ἑκουσίως | |
20 | [ἔκ]δικος καὶ διὰ τῆς ἑαυτοῦ προσεδρείας ἀποκατέστησεν εἰς |
[τὴν] ἐξ ἀρχῆς ὑπάρξασαν Τελμισσεῦσιν κα[τ]ὰ προτιμὴν ἀτέλειαν | |
[οὐ] περικάμψας οὔτε ἀπέχθειαν οὔτε εἰς δικαστήρια τὰ ἐνταῦθα | |
[ὑπάρχοντα?] | |
οὔτε τὰς ἐπὶ τὰ ἔκκλητα ἐκδικίας ἀλλὰ ἐν πλείονι [—] | |
25 | [— τὴν πρὸς] τὸ θεῖον εὐσέβειαν καὶ τὴν πρὸς πάν[τας] |
[— τὰ ἀ]π̣ογεγραμμένα ἐπ̣ετέλει [—] |