Honorary decree of koin[on] of Telmissos for Posideos Posideou; II1; found at Dağbelen: *Hicks, JHS 14, 1894, 377-380; Michel 459; Oppermann, Zeus Panamaros p. 13, no. 2; **Şahin & Engelmann, ZPE 34, 1979, 220, no. 7 (ll. 7-8, 15, 17, 22-25); SEG 29, 1087.  
[ ] JHS 14, 1894, 377-80
1 [δ]ο[ξε]ν τῶ[ι] κοιν[ῷ] Τελμισσέων· ἐπειδὴ Ποσίδεος Ποσιδέου
ὑπάρχων ἀνὴρ καλὸς καὶ ἀγαθὸς καὶ εὐσεβῶς μὲν διακείμε-
νος τὰ πρὸς τὸν Ἀρχηγέτην τοῦ γένους Ἀπόλλωνα Τελ-
μισσῆ φιλοστόργως δὲ τὰ πρὸς πάντας Τελμισσεῖς καὶ
5 γενόμενος στεφανηφόρος εὐσεβῶς καὶ ὁσίως ἐπετέλ<ε>-
σεν τὰς θυσίας καὶ ἐκαλλιέρησεν ὑπέρ τε τοῦ κοινοῦ Τελμισ-
σέων καὶ τῆς πόλεως, μετά τε ταῦτα ἀνεδέξατο ἑκουσίως
τὴν αὐτὴν πάλιν λειτουργίαν δαπάνη̣ς μὲν οὑδεμιᾶς λόγον
ποιούμενος τῆς δὲ πρὸς τὸ θεῖον εὐσεβείας καὶ τῆς πρὸς τὸ
10 κοινὸν φιλοστοργίας τὴν μεγίστην πρόνοιαν ποιούμενο[ς]
καθότι προδεδήλωται οὐθένα τε καιρὸν παραλείπων τῆς
πρὸς τὸ Τελμισσέων πλῆθος εὐνοίας· ἐπιβαλομένων <δὲ>
τινῶν διαμφισβητεῖν, τῶν ἱερῶν χωρίων παρακληθεὶς ὑπὸ
τοῦ κοινοῦ ἀνεδέξατο τὴν ἐκδικίαν καὶ διὰ τῆς ἑαυτοῦ
15 [σ]πουδῆς ἀποκατέστησε τῶι θεῶι τὴν χώραν, ἐξ ἧς τάς τε
[θ]υσίας καὶ τιμὰς τῶι Ἀπόλλωνι συμβέβηκεν ἐπιτελεῖσθαι, πάλιν
[δ]ὲ ἐπιβαλομένων τινῶν καταλῦσαι τὰ δεδομένα τίμια
[τ]ῶι κοινῶι καὶ ἀφελέσθαι τὴν ὑπάρχουσαν ἐκ παλαιῶν
[χρ]όνων Τελμισσεῦσιν ἀτέλειαν ὑπέμεινεν ἑκουσίως
20 [ἔκ]δικος καὶ διὰ τῆς ἑαυτοῦ προσεδρείας ἀποκατέστησεν εἰς
[τὴν] ἐξ ἀρχῆς ὑπάρξασαν Τελμισσεῦσιν κα[τ]ὰ προτιμὴν ἀτέλειαν
[οὐ] περικάμψας οὔτε ἀπέχθειαν οὔτε εἰς δικαστήρια τὰ ἐνταῦθα
[ὑπάρχοντα?]
οὔτε τὰς ἐπὶ τὰ ἔκκλητα ἐκδικίας ἀλλὰ ἐν πλείονι [—]
25 [— τὴν πρὸς] τὸ θεῖον εὐσέβειαν καὶ τὴν πρὸς πάν[τας]
[— τὰ ἀ]π̣ογεγραμμένα ἐπ̣ετέλει [—]
Search Help
Contact Us